1 Σὺ δέ , Ἑρμᾶ , μηκέτι μνησικακήσῃς τοῖς τέκνοις σου μηδὲ τὴν ἀδελφήν σου ἐάσῃς , ἵνα καθαρισθῶσιν ἀπὸ τῶν προτέρων ἁμαρτιῶν αὐτῶν . παιδευθήσονται γὰρ παιδείᾳ δικαίᾳ , ἐὰν σὺ μὴ μνησικακήσῃς αὐτοῖς . μνησικακία θάνατον κατεργάζεται . σὺ δέ , Ἑρμᾶ , μεγάλας θλίψεις ἔσχες ἰδιωτικὰς διὰ τὰς παραβάσεις τοῦ οἴκου σου , ὅτι οὐκ ἐμέλησέν σοὶ περὶ αὐτῶν · ἀλλὰ παρενεθυμήθης καὶ ταῖς πραγματείαις σου συνανεφύρης ταῖς πονηραῖς · 2 ἀλλὰ σώζει σὲ τὸ μὴ ἀποστῆναί σὲ ἀπὸ θεοῦ ζῶντος καὶ ἡ ἁπλότης σου καὶ ἡ πολλὴ ἐγκράτεια · ταῦτα σέσωκέν σὲ , ἐὰν ἐμμείνῃς , καὶ πάντας σώζει τοὺς τὰ τοιαῦτα ἐργαζομένους καὶ πορπορευομένους ἐν ἀκακίᾳ καὶ ἁπλότητι . οὗτοι κατισχύσουσιν πάσης πονηρίας καὶ παραμενοῦσιν εἰς ζωὴν αἰώνιον . 3 μακάριοι πάντες οἱ ἐργαζομενοι τὴν δικαιοσύνην . οὐ διαφθαρήσονται ἕως αἰῶνος . 4 ἐρεῖς δὲ Μαξίμῳ · Ἰδοὺ θλῖψις ἔρχεται · ἐάν σοι φανῇ , πάλιν ἄρνησαι . ἐγγὺς κύριος τοῖς ἐπιστρεφομένοις , ὡς γέγραπται ἐν τῷ Ἐλδὰδ καὶ Μωδάτ , τοῖς προφητεύσασιν ἐν τῇ ἐρήμῳ τῷ λαῷ .