1 Πορευομένου μου εἰς Κώμας κατὰ τὸν καιρόν , ὃν καὶ πέρυσι , περιπατῶν ἀνεμνήσθην τῆς περυσινῆς ὁράσεως , καὶ πάλιν με αἴρει πνεῦμα καὶ ἀποφέρει εἰς τὸν αὐτὸν τόπον , ὅπου καὶ πέρυσι . 2 ἐλθὼν οὖν εἰς τὸν τόπον τιθῶ τὰ γόνατα καὶ ἠρξάμην προσεύχεσθαι τῷ κυρίῳ καὶ δοξάζειν αὐτοῦ τὸ ὄνομα , ὅτι με ἄξιον ἡγήσατο καὶ ἐγνώρισέν μοι τὰς ἁμαρτίας μου τὰς πρότερον . 3 μετὰ δὲ τὸ ἐγερθῆναί με ἀπὸ τῆς προσευχῆς βλέπω ἀπέναντί μου τὴν πρεσβυτέραν , ἣν καὶ πέρυσιν ἑωράκειν , περιπατοῦσαν καὶ ἀναγινώσκουσαν βιβλαρίδιον , καὶ λέγει μοι · Δύνῃ ταῦτα τοῖς ἐκλεκτοῖς τοῦ θεοῦ ἀναγγεῖλαι ; λέγω αὐτῇ · Κυρία , τοσαῦτα μνημονεῦσαι οὐ δύναμαι · δὸς δέ μοι τὸ βιβλίδιον , ἵνα μεταγράψωμαι αὐτό . Λάβε , φησίν , καὶ ἀποδώσεις μοι . 4 ἔλαβον ἐγώ , καὶ εἴς τινα τόπον τοῦ ἀγροῦ ἀναχωρήσας μετεγραψάμην πάντα πρὸς γράμμα · οὐχ ηὕρισκον γὰρ τὰς συλλαβάς . τελέσαντος οὖν τὰ γράμματα τοῦ βιβλιδίου ἐξαίφνης ἡρπάγη μου ἐκ τῆς χειρὸς τὸ βιβλίδιον · ὑπὸ τίνος δὲ οὐκ εἶδον .