Car Repair Manuals

Chapter 35

1 Εἶπεν δὲ θεὸς πρὸς Ἰακώβ, Ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ καὶ οἴκει ἐκεῖ καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοὶ ἐν τῷ ἀποδιδράσκειν σὲ ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ σου. 2 εἶπεν δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσιν τοῖς μετ᾿ αὐτοῦ, Ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ᾿ ὑμῶν ἐκ μέσου ὑμῶν καὶ καθαρίσασθε καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, 3 καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ θεῷ τῷ ἐπακούσαντί μοι ἐν ἡμέρᾳ θλίψεως ὃς ἦν μετ᾿ ἐμοῦ καὶ διέσωσέν με ἐν τῇ ὁδῷ ἐπορεύθην. 4 καὶ ἔδωκαν τῷ Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέμινθον τὴν ἐν Σικίμοις1 καὶ ἀπώλεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας. 5 καὶ ἐξῆρεν Ἰσραὴλ ἐκ Σικίμων, καὶ ἐγένετο φόβος θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ. 6 ἦλθεν δὲ Ἰακὼβ εἰς Λουζά, ἐστιν ἐν γῇ Χαναάν, ἐστιν Βαιθήλ, αὐτὸς καὶ πᾶς λαός, ὃς ἦν μετ᾿ αὐτοῦ. 7 καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου Βαιθήλ· ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ.

8 ἀπέθανεν δὲ Δεββώρα2 τροφὸς Ῥεβέκκας κατώτερον Βαιθὴλ ὑπὸ τὴν βάλανον, καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα αὐτῆς Βάλανος πένθους.

9 Ὤφθη δὲ θεὸς Ἰακὼβ ἔτι ἐν Λουζά, ὅτε παρεγένετο ἐκ Μεσοποταμίας τῆς Συρίας, καὶ ηὐλόγησεν αὐτὸν θεός. 10 καὶ εἶπεν αὐτῷ θεός, Τὸ ὄνομά σου Ἰακώβ· οὐ κληθήσεται ἔτι Ἰακώβ, ἀλλ᾿ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· 11 εἶπεν δὲ αὐτῷ θεός, Ἐγὼ θεός σου· αὐξάνου καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σου, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται. 12 καὶ τὴν γῆν ἣν δέδωκα Ἁβραὰμ καὶ Ἰσαάκ, σοὶ δέδωκα αὐτήν· σοὶ ἔσται, καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην. 13 ἀνέβη δὲ θεὸς ἀπ᾿ αὐτοῦ ἐκ τοῦ τόπου, οὗ ἐλάλησεν μετ᾿ αὐτοῦ. 14 καὶ ἔστησεν Ἰακὼβ στήλην ἐν τῷ τόπῳ, ἐλάλησεν μετ᾿ αὐτοῦ, στήλην λιθίνην, καὶ ἔσπεισεν ἐπ᾿ αὐτὴν σπονδὴν καὶ ἐπέχεεν ἐπ᾿ αὐτὴν ἔλαιον. 15 καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου, ἐν ἐλάλησεν μετ᾿ αὐτοῦ ἐκεῖ θεός, Βαιθήλ.

16 [Ἀπάρας δὲ Ἰακὼβ ἐκ Βαιθὴλ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου Γαδέρ].3 ἐγένετο δὲ ἡνίκα ἤγγισεν Χαβραθὰ εἰς γῆν ἐλθεῖν Ἐφραθᾶ, ἔτεκεν Ῥαχὴλ καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ. 17 ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν εἶπεν αὐτῇ μαῖα, θάρσει, καὶ γὰρ οὗτός σοί ἐστιν υἱός. 18 ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχήν - ἀπέθνῃσκεν γάρ - ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ, Υἱὸς ὀδύνης μου· δὲ πατὴρ ἐκάλεσεν αὐτὸν Βενιαμίν. 19 ἀπέθανεν δὲ Ῥαχὴλ καὶ ἐτάφη ἐν τῇ ὁδῷ Ἐφραθᾶ (αὕτη ἐστὶν Βηθλεέμ). 20 καὶ ἔστησεν Ἰακὼβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς· αὕτη ἐστὶν στήλη μνημείου Ῥαχὴλ ἕως τῆς σήμερον ἡμέρας. 21

22 Ἐγένετο δὲ ἡνίκα κατῴκησεν Ἰσραὴλ ἐν τῇ γῇ ἐκείνῃ, ἐπορεύθη Ῥουβὴν καὶ ἐκοιμήθη μετὰ Βαλλὰς τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ· Ἰακὼβ καὶ ἤκουσεν Ἰσραήλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ. Ἦσαν δὲ οἱ υἱοὶ Ἰακώβ, δώδεκα. 23 υἱοὶ Λείας· πρωτότοκος Ἰακὼβ Ῥουβήν, Συμεών, Λευί, Ἰούδας, Ἰσσαχάρ, Ζαβουλών. 24 υἱοὶ δὲ Ῥαχήλ· Ἰωσὴφ καὶ Βενιαμίν. 25 υἱοὶ δὲ Βαλλὰς παιδίσκης Ῥαχήλ· Δὰν καὶ Νεφθαλί. 26 υἱοὶ δὲ Ζελφᾶς παιδίσκης Λείας· Γὰδ καὶ Ἀσήρ. οὗτοι υἱοὶ Ἰακώβ, οἳ ἐγένοντο αὐτῷ ἐν Μεσοποταμίᾳ τῆς Συρίας

27 Ἦλθεν δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ εἰς Μαμβρῆ εἰς πόλιν τοῦ πεδίου (αὕτη ἐστὶν Χεβρών) ἐν γῇ Χαναάν, οὗ παρῴκησεν Ἁβραὰμ καὶ Ἰσαάκ. 28 ἐγένοντο δὲ αἱ ἡμέραι Ἰσαάκ, ἃς ἔζησεν ἔτη ἑκατὸν ὀγδοήκοντα· 29 καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ πρεσβύτερος καὶ πλήρης ἡμερῶν, καὶ ἔθαψαν αὐτὸν Ἡσαῦ καὶ Ἰακὼβ οἱ υἱοὶ αὐτοῦ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era