1 Αὗται δὲ αἱ γενέσεις Ἡσαῦ (αὐτός ἐστιν Ἐδώμ)· 2 Ἡσαῦ δὲ ἔλαβεν γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, τὴν Ἀδὰ θυγατέρα Αἰλὼν τοῦ Χετταίου καὶ τὴν Ἐλιβεμὰ1 θυγατέρα Ἀνὰ τοῦ υἱοῦ Σεβεγὼν τοῦ Ευαίου 3 καὶ τὴν Βασεμμὰθ θυγατέρα Ἰσμαὴλ ἀδελφὴν Ναβαϊώθ. 4 ἔτεκεν δὲ Ἀδὰ τῷ Ἡσαῦ τὸν Ἑλιφάς, καὶ Βασεμμὰθ ἔτεκεν τὸν Ῥαγουήλ, 5 καὶ Ἐλιβεμὰ ἔτεκεν τὸν Ἰεοὺς καὶ τὸν Ἰεγλὸμ καὶ τὸν Κορέ· οὗτοι υἱοὶ Ἡσαῦ οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χαναάν. 6 ἔλαβεν δὲ Ἡσαῦ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα καὶ πάντα τὰ κτήνη καὶ πάντα, ὅσα ἐκτήσατο καὶ ὅσα περιεποιήσατο ἐν γῇ Χαναάν, καὶ ἐπορεύθη ἐκ γῆς Χαναὰν ἀπὸ προσώπου Ἰακὼβ τοῦ ἀδελφοῦ αὐτοῦ. 7 ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα, καὶ οὐκ ἐδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν. 8 ᾤκησεν δὲ Ἡσαῦ ἐν τῷ ὄρει Σηὶρ (Ἡσαῦ αὐτός ἐστιν Ἐδώμ).
9 Αὗται δὲ αἱ γενέσεις Ἡσαῦ πατρὸς Ἐδὼμ ἐν τῷ ὄρει Σηίρ, 10 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἡσαῦ· Ἑλιφὰς υἱὸς Ἀδὰς γυναικὸς Ἡσαῦ καὶ Ῥαγουὴλ υἱὸς Βασεμμὰθ γυναικὸς Ἡσαῦ. 11 ἐγένοντο δὲ υἱοὶ Ἑλιφάς· Θαιμάν, Ὠμάρ, Σωφάρ, Γοθόμ·2 καὶ Κενὲζ 12 Θαμνὰ δὲ ἦν παλλακὴ Ἑλιφὰς τοῦ υἱοῦ Ἡσαῦ καὶ ἔτεκεν τῷ Ἑλιφὰς τὸν Ἀμαλήκ· οὗτοι υἱοὶ Ἀδὰς γυναικὸς Ἡσαῦ. 13οὗτοι δὲ υἱοὶ Ῥαγουήλ· Ναχόθ,3 Ζαρέ, Σομέ, καὶ Μοζέ· οὗτοι ἦσαν υἱοὶ Βασεμμὰθ γυναικὸς Ἡσαῦ. 14οὗτοι δὲ ἦσαν υἱοὶ Ἐλιβεμὰς4 θυγατρὸς Ἀνὰ τοῦ υἱοῦ Σεβεγών, γυναικὸς Ἡσαῦ· ἔτεκεν δὲ τῷ Ἡσαῦ τὸν Ἰεοὺς καὶ τὸν Ἰεγλὸμ καὶ τὸν Κορέ. - 15οὗτοι ἡγεμόνες υἱοὶ Ἡσαῦ· υἱοὶ Ἑλιφὰς πρωτοτόκου Ἡσαῦ· ἡγεμὼν Θαιμάν, ἡγεμὼν Ὠμάρ, ἡγεμὼν Σωφάρ, ἡγεμὼν Κενέζ, 16 ἡγεμὼν Κορέ, ἡγεμὼν Γοθόμ, ἡγεμὼν Ἀμαλήκ, οὗτοι ἡγεμόνες Ἑλιφὰς ἐν γῇ Ιδουμαίᾳ· οὗτοι υἱοὶ Ἀδάς. 17 καὶ οὗτοι υἱοὶ Ῥαγουὴλ υἱοῦ Ἡσαῦ· ἡγεμὼν Ναχόθ, ἡγεμὼν Ζαρέ, ἡγεμὼν Σομέ, ἡγεμὼν Μοζέ· οὗτοι ἡγεμόνες Ῥαγουὴλ ἐν γῇ Ἐδώμ· οὗτοι υἱοὶ Βασεμμὰθ γυναικὸς Ἡσαῦ. 18οὗτοι δὲ υἱοὶ Ἐλιβεμὰς γυναικὸς Ἡσαῦ· ἡγεμὼν Ἰεούς, ἡγεμὼν Ἰεγλόμ, ἡγεμὼν Κορέ· οὗτοι ἡγεμόνες Ἐλιβεμάς. 19οὗτοι υἱοὶ Ἡσαῦ, καὶ οὗτοι ἡγεμόνες αὐτῶν. οὗτοί εἰσιν υἱοὶ Ἐδώμ.
20Οὗτοι δὲ υἱοὶ Σηὶρ τοῦ Χορραίου τοῦ κατοικοῦντος τὴν γῆν· Λωτάν, Σωβάλ, Σεβεγών, Ἀνὰ 21 καὶ Δησὼν καὶ Ἀσὰρ καὶ Ῥισών· οὗτοι ἡγεμόνες τοῦ Χορραίου τοῦ υἱοῦ Σηὶρ ἐν τῇ γῇ Ἐδώμ. 22 ἐγένοντο δὲ υἱοὶ Λωτάν· Χορρὶ καὶ Αἱμάν· ἀδελφὴ δὲ Λωτὰν Θαμνά. 23οὗτοι δὲ υἱοὶ Σωβάλ· Γωλὼν5 καὶ Μαναχὰθ καὶ Γαιβήλ, Σῶφ6 καὶ Ὠμάν.7 24 καὶ οὗτοι υἱοὶ Σεβεγών· Αϊὲ καὶ Ὠνάν·8 οὗτός ἐστιν ὁ Ὠνάς,8 ὃς εὗρεν τὸν Ἰαμὶν9 ἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμεν τὰ ὑποζύγια Σεβεγὼν τοῦ πατρὸς αὐτοῦ. 25οὗτοι δὲ υἱοὶ Ἀνά· Δησών· καὶ Ἐλιβεμὰ θυγάτηρ Ἀνά. 26οὗτοι δὲ υἱοὶ Δησών· Ἀμαδὰ καὶ Ἀσβὰν καὶ Ἰεθρὰν10 καὶ Χαῤῥάν. 27οὗτοι δὲ υἱοὶ Ἀσάρ· Βαλαὰν11 καὶ Ζουκὰμ καὶ Ἰωυκὰμ12 καὶ Οὐκάν. 28οὗτοι δὲ υἱοὶ Ῥισών· Ὤς καὶ Ἀράμ. 29οὗτοι ἡγεμόνες Χορρί· ἡγεμὼν Λωτάν, ἡγεμὼν Σωβάλ, ἡγεμὼν Σεβεγών, ἡγεμὼν Ἀνά, 30 ἡγεμὼν Δησών, ἡγεμὼν Ἀσάρ, ἡγεμὼν Ῥισών. οὗτοι ἡγεμόνες Χορρὶ ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ Ἐδώμ.
31 Καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδὼμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν Ἰσραήλ. 32 καὶ ἐβασίλευσεν ἐν Ἐδὼμ Βαλὰκ υἱὸς τοῦ Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά. 33 ἀπέθανεν δὲ Βαλάκ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ἰωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόρρας. 34 ἀπέθανεν δὲ Ἰωβάβ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ασὸμ13 ἐκ τῆς γῆς Θαιμανών. 35 ἀπέθανεν δὲ Ασόμ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ἀδὰδ υἱὸς Βαρὰδ ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαίμ.14 36 ἀπέθανεν δὲ Ἀδάδ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαμαλὰ15 ἐκ Μασεκκάς.16 37 ἀπέθανεν δὲ Σαμαλά, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαοὺλ ἐκ Ῥοωβὼθ τῆς παρὰ ποταμόν. 38 ἀπέθανεν δὲ Σαούλ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Βαλαεννὼν17 υἱὸς Ἀχοβώρ. 39 ἀπέθανεν δὲ Βαλαεννὼν υἱὸς Ἀχοβώρ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ἀρὰδ υἱὸς Βαράδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογώρ, ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μαιτεβεὴλ18 θυγάτηρ Ματραὶθ υἱοῦ Μαιζοόβ.19
40 Ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων Ἡσαῦ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν· ἡγεμὼν Θαμνά, ἡγεμὼν Γωλά, ἡγεμὼν Ἰεθὲρ 41 ἡγεμὼν Ἐλιβεμὰς ἡγεμὼν Ἡλὰς ἡγεμὼν Φινών, 42 ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμάν, ἡγεμὼν Μαζάρ, 43 ἡγεμὼν Μεγεδιήλ,20 ἡγεμὼν Ζαφωίμ. οὗτοι ἡγεμόνες Ἐδὼμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν. Οὗτος Ἡσαῦ πατὴρ Ἐδώμ.