Car Repair Manuals

Chapter 34

1 ἐξῆλθεν δὲ Δίνα θυγάτηρ Λείας, ἣν ἔτεκεν τῷ Ἰακώβ, καταμαθεῖν τὰς θυγατέρας τῶν ἐγχωρίων. 2 καὶ εἶδεν αὐτὴν Συχέμ υἱὸς Ἐμμώρ Εὐαῖος1 ἄρχων τῆς γῆς καὶ λαβὼν αὐτὴν ἐκοιμήθη μετ᾿ αὐτῆς καὶ ἐταπείνωσεν αὐτήν. 3 καὶ προσέσχεν τῇ ψυχῇ Δίνας2 τῆς θυγατρὸς Ἰακὼβ καὶ ἠγάπησεν τὴν παρθένον καὶ ἐλάλησεν κατὰ τὴν διάνοιαν τῆς παρθένου αὐτῇ.3 4 εἶπεν δὲ Συχέμ πρὸς Ἐμμώρ τὸν πατέρα αὐτοῦ λέγων, λαβέ μοι τὴν παιδίσκην ταύτην εἰς γυναῖκα. 5 Ἰακὼβ δὲ ἤκουσεν ὅτι ἐμίανεν υἱὸς Ἐμμώρ Δίναν4 τὴν θυγατέρα αὐτοῦ· οἱ δὲ υἱοὶ αὐτοῦ ἦσαν μετὰ τῶν κτηνῶν αὐτοῦ ἐν τῷ πεδίῳ, παρεσιώπησεν δὲ Ἰακὼβ ἕως τοῦ ἐλθεῖν αὐτούς. 6 ἐξῆλθεν δὲ Ἐμμώρ πατὴρ Συχέμ πρὸς Ἰακὼβ λαλῆσαι αὐτῷ. 7 οἱ δὲ υἱοὶ Ἰακὼβ ἦλθον ἐκ τοῦ πεδίου· ὡς δὲ ἤκουσαν, κατενύχθησαν οἱ ἄνδρες, καὶ λυπηρὸν ἦν αὐτοῖς σφόδρα ὅτι ἄσχημον ἐποίησεν ἐν Ἰσραὴλ κοιμηθεὶς μετὰ τῆς θυγατρὸς Ἰακώβ, καὶ οὐχ οὕτως ἔσται. 8 καὶ ἐλάλησεν Ἐμμώρ αὐτοῖς λέγων, Συχέμ υἱός μου προείλατο τῇ ψυχῇ τὴν θυγατέρα ὑμῶν· δότε οὖν αὐτὴν αὐτῷ γυναῖκα. 9 ἐπιγαμβρεύσασθε ἡμῖν· τὰς θυγατέρας ὑμῶν δότε ἡμῖν καὶ τὰς θυγατέρας ἡμῶν λάβετε τοῖς υἱοῖς ὑμῶν. 10 καὶ ἐν ἡμῖν κατοικεῖτε, καὶ γῆ ἰδοὺ πλατεῖα ἐναντίον ὑμῶν· κατοικεῖτε καὶ ἐμπορεύεσθε ἐπ᾿ αὐτῆς καὶ ἐγκτήσασθε ἐν αὐτῇ. 11 εἶπεν δὲ Συχέμ πρὸς τὸν πατέρα αὐτῆς καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτῆς, εὕροιμι χάριν ἐναντίον ὑμῶν, καὶ ἐὰν εἴπητε, δώσομεν. 12 πληθύνατε τὴν φερνὴν σφόδρα, καὶ δώσω, καθότι ἂν εἴπητέ μοι, καὶ δώσετέ μοι τὴν παῖδα ταύτην εἰς γυναῖκα.

13 ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Ἰακὼβ τῷ Συχέμ καὶ Ἐμμώρ τῷ πατρὶ αὐτοῦ μετὰ δόλου καὶ ἐλάλησαν αὐτοῖς, ὅτι ἐμίαναν Δίναν τὴν ἀδελφὴν αὐτῶν, 14 καὶ εἶπαν αὐτοῖς Συμεὼν καὶ Λευὶ οἱ ἀδελφοὶ Δίνας υἱοὶ δὲ Λείας, οὐ δυνησόμεθα ποιῆσαι τὸ ῥῆμα τοῦτο, δοῦναι τὴν ἀδελφὴν ἡμῶν ἀνθρώπῳ, ὃς ἔχει ἀκροβυστίαν· ἔστιν γὰρ ὄνειδος ἡμῖν. 15 ἐν τούτῳ ὁμοιωθησόμεθα ὑμῖν καὶ κατοικήσομεν ἐν ὑμῖν, ἐὰν γένησθε ὡς ἡμεῖς καὶ ὑμεῖς ἐν τῷ περιτμηθῆναι ὑμῶν πᾶν ἀρσενικόν, 16 καὶ δώσομεν τὰς θυγατέρας ἡμῶν ὑμῖν καὶ ἀπὸ τῶν θυγατέρων ὑμῶν λημψόμεθα ἡμῖν γυναῖκας καὶ οἰκήσομεν παρ᾿ ὑμῖν καὶ ἐσόμεθα ὡς γένος ἕν. 17 ἐὰν δὲ μὴ εἰσακούσητε ἡμῶν τοῦ περιτέμνεσθαι λαβόντες τὰς θυγατέρας ἡμῶν ἀπελευσόμεθα. 18 καὶ ἤρεσαν οἱ λόγοι ἐναντίον Ἐμμώρ καὶ ἐναντίον Συχέμ τοῦ υἱοῦ Ἐμμώρ. 19 καὶ οὐκ ἐχρόνισεν νεανίσκος τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο· ἐνέκειτο γὰρ τῇ θυγατρὶ Ἰακὼβ· αὐτὸς δὲ ἦν ἐνδοξότατος πάντων τῶν ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ. 20 ἦλθεν δὲ Ἐμμώρ καὶ Συχέμ υἱὸς αὐτοῦ πρὸς τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ ἐλάλησαν πρὸς τοὺς ἄνδρας τῆς πόλεως αὐτῶν λέγοντες, 21 οἱ ἄνθρωποι οὗτοι εἰρηνικοί εἰσιν μεθ᾿ ἡμῶν· οἰκείτωσαν ἐπὶ τῆς γῆς καὶ ἐμπορευέσθωσαν αὐτήν, δὲ γῆ ἰδοὺ πλατεῖα ἐναντίον αὐτῶν. τὰς θυγατέρας αὐτῶν λημψόμεθα ἡμῖν γυναῖκας καὶ τὰς θυγατέρας ἡμῶν δώσομεν αὐτοῖς. 22 μόνον ἐν τούτῳ ὁμοιωθήσονται ἡμῖν οἱ ἄνθρωποι τοῦ κατοικεῖν μεθ᾿ ἡμῶν ὥστε εἶναι λαὸν ἕνα, ἐν τῷ περιτέμνεσθαι ἡμῶν πᾶν ἀρσενικόν, καθὰ καὶ αὐτοὶ περιτέτμηνται. 23 καὶ τὰ κτήνη αὐτῶν καὶ τὰ ὑπάρχοντα αὐτῶν καὶ τὰ τετράποδα οὐχ ἡμῶν ἔσται; μόνον ἐν τούτῳ ὁμοιωθῶμεν αὐτοῖς καὶ οἰκήσουσιν μεθ᾿ ἡμῶν. 24 καὶ εἰσήκουσαν Ἐμμώρ καὶ Συχέμ τοῦ υἱοῦ αὐτοῦ πάντες οἱ ἐκπορευόμενοι5 τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ περιετέμοντο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτῶν, πᾶς ἄρσην.

25 ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτε ἦσαν ἐν τῷ πόνῳ, ἔλαβον οἱ δύο υἱοὶ Ἰακὼβ Συμεὼν καὶ Λευὶ οἱ ἀδελφοὶ Δίνας ἕκαστος τὴν μάχαιραν αὐτοῦ καὶ εἰσῆλθον εἰς τὴν πόλιν ἀσφαλῶς καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν· 26 τόν τε Ἐμμώρ καὶ Συχέμ τὸν υἱὸν αὐτοῦ ἀπέκτειναν ἐν στόματι μαχαίρας καὶ ἔλαβον τὴν Δίναν ἐκ τοῦ οἴκου τοῦ Συχέμ καὶ ἐξῆλθον. 27 οἱ δὲ υἱοὶ Ἰακὼβ εἰσῆλθον ἐπὶ τοὺς τραυματίας καὶ διήρπασαν τὴν πόλιν, ἐν ἐμίαναν Δίναν τὴν ἀδελφὴν αὐτῶν, 28 καὶ τὰ πρόβατα αὐτῶν καὶ τοὺς βόας αὐτῶν καὶ τοὺς ὄνους αὐτῶν, ὅσα τε ἦν ἐν τῇ πόλει καὶ ὅσα ἦν ἐν τῷ πεδίῳ, ἔλαβον. 29 καὶ πάντα τὰ σώματα αὐτῶν καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν ᾐχμαλώτευσαν καὶ διήρπασαν ὅσα τε ἦν ἐν τῇ πόλει καὶ ὅσα ἦν ἐν ταῖς οἰκίαις. 30 εἶπεν δὲ Ἰακὼβ Συμεὼν καὶ Λευὶ μισητόν με πεποιήκατε ὥστε πονηρόν με εἶναι πᾶσιν τοῖς κατοικοῦσιν τὴν γῆν, ἔν τε τοῖς Χαναναίοις καὶ τοῖς Φερεζαίοις· ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ, καὶ συναχθέντες ἐπ᾿ ἐμὲ συγκόψουσίν με, καὶ ἐκτριβήσομαι ἐγὼ καὶ οἶκός μου. 31 οἱ δὲ εἶπαν, ἀλλ᾿ ὡσεὶ πόρνῃ χρήσωνται τῇ ἀδελφῇ ἡμῶν;




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era