Car Repair Manuals

Vision 3 Chapter 7

1  Τοὺς δὲ ἑτέρους λίθους , οὓς εἶδες μακρὰν ἀπὸ τοῦ πύργου ῥιπτομένους καὶ πίπτοντας εἰς τὴν ὁδὸν καὶ κυλιομένους ἐκ τῆς ὁδοῦ εἰς τὰς ἀνοδίας · οὗτοί εἰσιν οἱ πεπιστευκότες μέν , ἀπὸ δὲ τῆς διψυχίας αὐτῶν ἀφίουσιν τὴν ὁδὸν αὐτῶν τὴν ἀληθινήν · δοκοῦντες οὖν βελτίονα ὁδὸν δύνασθαι εὑρεῖν , πλανῶνται καὶ ταλαιπωροῦσιν περιπατοῦντες ἐν ταῖς ἀνοδίαις . 2  οἱ δὲ πίπτοντες εἰς τὸ πῦρ καὶ καιόμενοι , οὗτοί εἰσιν οἱ εἰς τέλος ἀποστάντες τοῦ θεοῦ τοῦ ζῶντος , καὶ οὐκέτι αὐτοῖς ἀνέβη ἐπὶ τὴν καρδίαν τοῦ μετανοῆσαι διὰ τὰς ἐπιθυμίας τῆς ἀσελγείας αὐτῶν καὶ τῶν πονηριῶν ὧν εἰργάσαντο . 3  τοὺς δὲ ἑτέρους τοὺς πίπτοντας ἐγγὺς τῶν ὑδάτων καὶ μὴ δυναμένους κυλισθῆναι εἰς τὸ ὕδωρ θέλεις γνῶναι , τίνες εἰσίν ; οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες καὶ θέλοντες βαπτισθῆναι εἰς τὸ ὄνομα τοῦ κυρίου · εἶτα ὅταν αὐτοῖς ἔλθῃ εἰς μνείαν ἁγνότης τῆς ἀληθείας , μετανοοῦσιν καὶ πορεύονται πάλιν ὀπίσω τῶν ἐπιθυμιῶν αὐτῶν τῶν πονηρῶν . 4  ἐτέλεσεν οὖν τὴν ἐξήγησιν τοῦ πύργου . 5  ἀναιδευσάμενος ἔτι αὐτὴν ἐπηρώτησα , εἰ ἄρα πάντες οἱ λίθοι οὗτοι οἱ ἀποβεβλημένοι καὶ μὴ ἁρμόζοντες εἰς τὴν οἰκοδομὴν τοῦ πύργου , εἰ ἔστιν αὐτοῖς μετάνοια καὶ ἔχουσιν τόπον εἰς τὸν πύργον τοῦτον . Ἐχουσιν , φησίν , μετάνοιαν , ἀλλὰ εἰς τοῦτον τὸν πύργον οὐ δύνανται ἁρμόσαι · 6  ἑτέρῳ δὲ τόπῳ ἁρμόσουσιν πολὺ ἐλάττονι , καὶ τοῦτο ὅταν βασανισθῶσιν καὶ ἐκπληρώσωσιν τὰς ἡμέρας τῶν ἁμαρτιῶν αὐτῶν . καὶ διὰ τοῦτο μετατεθήσονται , ὅτι μετέλαβον τοῦ ῥήματος τοῦ δικαίου . καὶ τότε αὐτοῖς συμβήσεται μετατεθῆναι ἐκ τῶν βασάνων αὐτῶν , διὰ τὰ ἔργα εἰργάσαντο πονηρά . ἐὰν δὲ μὴ ἀναβῇ ἐπὶ τὴν καρδίαν αὐτῶν , οὐ σώζονται διὰ τὴν σκληροκαρδίαν αὐτῶν .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era