1 Ἀλλὰ μηδὲ ἐκεῖνο τὴν διάνοιαν ὑμῶν ταρασσέτω , ὅτι βλέπομεν τοὺς ἀδίκους πλουτοῦντας καὶ στενοχωρουμένους τοὺς τοῦ θεοῦ δούλους . 2 πιστεύωμεν οὖν , ἀδελφοὶ καὶ ἀδελφαί · θεοῦ ζῶντος πεῖραν ἀθλοῦμεν καὶ γυμναζόμεθα τῷ νῦν βίῳ , ἵνα τῷ μέλλοντι στεφανωθῶμεν . 3 οὐδεὶς τῶν δικαίων ταχὺν καρπὸν ἔλαβεν , ἀλλ᾿ ἐκδέχεται αὐτόν . 4 εἰ γὰρ τὸν μισθὸν τῶν δικαίων ὁ θεὸς συντόμως ἀπεδίδου , εὐθέως ἐμπορίαν ἠσκοῦμεν καὶ οὐ θεοσέβειαν · ἐδοκοῦμεν γὰρ εἶναι δίκαιοι , οὐ τὸ εὐσεβές , ἀλλὰ τὸ κερδαλέον διώκοντες . καὶ διὰ τοῦτο θεία κρίσις ἔβλαψεν πνεῦμα μὴ ὂν δίκαιον , καὶ ἐβάρυνεν δεσμοῖς .
5 Τῷ μόνῳ θεῷ ἀοράτῳ , πατρὶ τῆς ἀληθείας , τῷ ἐξαποστείλαντι ἡμῖν τὸν σωτῆρα καὶ ἀρχηγὸν τῆς ἀφθαρσίας , δι᾿ οὗ καὶ ἐφανέρωσεν ἡμῖν τὴν ἀλήθειαν καὶ τὴν ἐπουράνιον ζωήν , αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων . ἀμήν .