1 Μετανοήσωμεν οὖν ἐξ ὅλης καρδίας , ἵνα μή τις ἡμῶν παραπόληται . εἰ γὰρ ἐντολὰς ἔχομεν ἵνα καὶ τοῦτο πράσσωμεν , ἀπὸ τῶν εἰδώλων ἀποσπᾶν καὶ κατηχεῖν , πόσῳ μᾶλλον ψυχὴν ἤδη γινώσκουσαν τὸν θεὸν οὐ δεῖ ἀπόλλυσθαι ; 2 συλλάβωμεν οὖν ἑαυτοῖς καὶ τοὺς ἀσθενοῦντας ἀνάγειν περὶ τὸ ἀγαθόν , ὅπως σωθῶμεν ἅπαντες καὶ ἐπιστρέψωμεν ἀλλήλους καὶ νουθετήσωμεν . 3 καὶ μὴ μόνον ἄρτι δοκῶμεν πιστεύειν καὶ προσέχειν ἐν τῷ νουθετεῖσθαι ἡμᾶς ὑπὸ τῶν πρεσβυτέρων , ἀλλὰ καὶ ὅταν εἰς οἶκον ἀπαλλαγῶμεν , μνημονεύωμεν τῶν τοῦ κυρίου ἐνταλμάτων καὶ μὴ ἀντιπαρελκώμεθα ἀπὸ τῶν κοσμικῶν ἐπιθυμιῶν , ἀλλὰ πυκνότερον προσερχόμενοι πειρώμεθα προκόπτειν ἐν ταῖς ἐντολαῖς τοῦ κυρίου , ἵνα πάντες τὸ αὐτὸ φρονοῦντες συνηγμένοι ὦμεν ἐπὶ τὴν ζωήν · 4 εἶπεν γὰρ ὁ κύριος · Ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη , φυλὰς καὶ γλώσσας · τοῦτο δὲ λέγει τὴν ἡμέραν τῆς ἐπιφανείας αὐτοῦ , ὅτε ἐλθὼν λυτρώσεται ἡμᾶς , ἕκαστον κατὰ τὰ ἔργα αὐτοῦ . 5 καὶ ὄψονται τὴν δόξαν αὐτοῦ καὶ τὸ κράτος οἱ ἄπιστοι , καὶ ξενισθήσονται ἰδόντες τὸ βασίλειον τοῦ κόσμου ἐν τῷ Ἰησοῦ , λέγοντες · Οὐαὶ ἡμῖν , ὅτι σὺ ἦς , καὶ οὐκ ᾖδειμεν καὶ οὐκ ἐπιστεύομεν καὶ οὐκ ἐπειθόμεθα τοῖς πρεσβυτέροις τοῖς ἀναγγέλλουσιν ἡμῖν περὶ τῆς σωτηρίας ἡμῶν . καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται , καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί . 6 τὴν ἡμέραν ἐκείνην λέγει τῆς κρίσεως , ὅταν ὄψονται τοὺς ἐν ἡμῖν ἀσεβήσαντας καὶ παραλογισαμένους τὰς ἐντολὰς Ἰησοῦ χριστοῦ . 7 οἱ δὲ δίκαιοι εὐπραγήσαντες καὶ ὑπομείναντες τὰς βασάνους καὶ μισήσαντες τὰς ἡδυπαθείας τῆς ψυχῆς , ὅταν θεάσωνται θεάσωνται τοὺς ἀστοχήσαντας καὶ ἀρνησαμένους διὰ τῶν λόγων ἢ διὰ τῶν ἔργων τὸν Ἰησοῦν , ὅπως κολάζονται δειναῖς βασάνοις πυρὶ ἀσβέστῳ ἔσονται δόξαν διδόντες τῷ θεῷ αὐτῶν λέγοντες , ὅτι Ἔσται ἐλπὶς τῷ δεδουλευκότι θεῷ ἐξ ὅλης καρδίας .