1 Καὶ ἡμεῖς οὖν γενώμεθα ἐκ τῶν εὐχαριστούντων , δεδουλευκότων τῷ θεῷ , καὶ μὴ ἐκ τῶν κρινομένων ἀσεβῶν . 2 καὶ γὰρ αὐτὸς πανθαμαρτωλὸς ὢν καὶ μήπω φυγὼν τὸν πειρασμόν , ἀλλ᾿ ἔτι ὢν ἐν μέσοις τοῖς ὀργάνοις τοῦ διαβόλου σπουδάζω τὴν δικαιοσύνην διώκειν , ὅπως ἰσχύσω κἂν ἐγγὺς αὐτῆς γενέσθαι , φοβούμενος τὴν κρίσιν τὴν μέλλουσαν .