Car Repair Manuals

Chapter 32

1 καὶ Ἰακὼβ ἀπῆλθεν εἰς τὴν ἑαυτοῦ ὁδόν. καὶ ἀναβλέψας εἶδεν παρεμβολὴν θεοῦ παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ θεοῦ.

2 εἶπεν δὲ Ἰακώβ, ἡνίκα εἶδεν αὐτούς, Παρεμβολὴ θεοῦ αὕτη· καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Παρεμβολαί. 3 ἀπέστειλεν δὲ Ἰακὼβ ἀγγέλους ἔμπροσθεν αὐτοῦ πρὸς Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ εἰς γῆν Σηὶρ εἰς χώραν Ἐδὼμ 4 καὶ ἐνετείλατο αὐτοῖς λέγων, οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἡσαῦ, οὕτως λέγει παῖς σου Ἰακώβ, μετὰ Λάβαν παρῴκησα καὶ ἐχρόνισα ἕως τοῦ νῦν, 5 καὶ ἐγένοντό μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παῖδες καὶ παιδίσκαι, καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ κυρίῳ μου Ἡσαῦ, ἵνα εὕρῃ παῖς σου χάριν ἐναντίον σου. 6 καὶ ἀνέστρεψαν οἱ ἄγγελοι πρὸς Ἰακὼβ λέγοντες, ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ἡσαῦ, καὶ ἰδοὺ αὐτὸς ἔρχεται εἰς συνάντησίν σοὶ καὶ τετρακόσιοι ἄνδρες μετ᾿ αὐτοῦ. 7 ἐφοβήθη δὲ Ἰακὼβ σφόδρα καὶ ἠπορεῖτο. καὶ διεῖλεν τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ καὶ τοὺς βόας καὶ τὰ πρόβατα εἰς δύο παρεμβολάς, 8 καὶ εἶπεν Ἰακώβ, ἐὰν ἔλθῃ Ἡσαῦ εἰς παρεμβολὴν μίαν καὶ ἐκκόψῃ αὐτήν, ἔσται παρεμβολὴ δευτέρα εἰς τὸ σῴζεσθαι. 9 εἶπεν δὲ Ἰακώβ, θεὸς τοῦ πατρός μου Ἁβραὰμ καὶ θεὸς τοῦ πατρός μου Ἰσαὰκ κύριε εἴπας μοι, ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου καὶ εὖ σὲ ποιήσω, 10 ἱκανοῦταί μοι ἀπὸ πάσης δικαιοσύνης καὶ ἀπὸ πάσης ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου· ἐν γὰρ τῇ ῥάβδῳ μου διέβην τὸν Ἰορδάνην τοῦτον, νῦν δὲ γέγονα εἰς δύο παρεμβολάς. 11 ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἡσαῦ, ὅτι φοβοῦμαι ἐγὼ αὐτόν, μήποτε ἐλθὼν πατάξῃ με καὶ μητέρα ἐπὶ τέκνοις. 12 σὺ δὲ εἶπας, καλῶς εὖ σὲ ποιήσω καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους. 13 καὶ ἐκοιμήθη ἐκεῖ τὴν νύκτα ἐκείνην. καὶ ἔλαβεν ὧν ἔφερεν δῶρα καὶ ἐξαπέστειλεν Ἡσαῦ τῷ ἀδελφῷ αὐτοῦ, 14 αἶγας διακοσίας, τράγους εἴκοσι, πρόβατα διακόσια, κριοὺς εἴκοσι, 15 καμήλους θηλαζούσας καὶ τὰ παιδία αὐτῶν τριάκοντα, βόας τεσσαράκοντα, ταύρους δέκα, ὄνους εἴκοσι καὶ πώλους δέκα. 16 καὶ ἔδωκεν διὰ χειρὸς τοῖς παισὶν αὐτοῦ ποίμνιον κατὰ μόνας. εἶπεν δὲ τοῖς παισὶν αὐτοῦ, προπορεύεσθε ἔμπροσθέν μου καὶ διάστημα ποιεῖτε ἀνὰ μέσον ποίμνης καὶ ποίμνης. 17 καὶ ἐνετείλατο τῷ πρώτῳ λέγων, ἐάν σοὶ συναντήσῃ Ἡσαῦ ἀδελφός μου καὶ ἐρωτᾷ σὲ λέγων, τίνος εἶ καὶ ποῦ πορπορεύῃ, καὶ τίνος ταῦτα τὰ προπορευόμενά σου; 18 ἐρεῖς, τοῦ παιδός σου Ἰακὼβ· δῶρα ἀπέσταλκεν τῷ κυρίῳ μου Ἡσαῦ, καὶ ἰδοὺ αὐτὸς ὀπίσω ἡμῶν. 19 καὶ ἐνετείλατο τῷ πρώτῳ καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ καὶ πᾶσι τοῖς προπορευομένοις ὀπίσω τῶν ποιμνίων τούτων λέγων, κατὰ τὸ ῥῆμα τοῦτο λαλήσατε Ἡσαῦ ἐν τῷ εὑρεῖν ὑμᾶς αὐτὸν 20 καὶ ἐρεῖτε, ἰδοὺ παῖς σου Ἰακὼβ παραγίνεται ὀπίσω ἡμῶν. εἶπεν γάρ, ἐξιλάσομαι τὸ πρόσωπον αὐτοῦ, ἐν τοῖς δώροις τοῖς προπορευομένοις αὐτοῦ, καὶ μετὰ τοῦτο ὄψομαι τὸ πρόσωπον αὐτοῦ· ἴσως γὰρ προσδέξεται τὸ πρόσωπόν μου. 21 καὶ παρεπορεύοντο τὰ δῶρα κατὰ πρόσωπον αὐτοῦ, αὐτὸς δὲ ἐκοιμήθη τὴν νύκτα ἐκείνην ἐν τῇ παρεμβολῇ. 22 ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβεν τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ καὶ διέβη τὴν διάβασιν τοῦ Ἰαβόκ·1

23 καὶ ἔλαβεν αὐτοὺς καὶ διέβη τὸν χειμάρρουν καὶ διεβίβασεν πάντα τὰ αὐτοῦ. 24 ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ᾿ αὐτοῦ ἕως πρωί. 25 εἶδεν δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησεν τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ᾿ αὐτοῦ. 26 καὶ εἶπεν αὐτῷ, ἀπόστειλόν με· ἀνέβη γὰρ ὄρθρος. δὲ εἶπεν, οὐ μή σὲ ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς, 27 εἶπεν δὲ αὐτῷ, τί τὸ ὄνομά σου ἐστιν; δὲ εἶπεν Ἰακὼβ. 28 εἶπεν δὲ αὐτῷ, οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακώβ, ἀλλὰ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός. 29 ἠρώτησεν δὲ Ἰακὼβ καὶ εἶπεν, ἀνάγγειλόν μοι τὸ ὄνομά σου. καὶ εἶπεν, ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ ηὐλόγησεν αὐτὸν ἐκεῖ. 30 καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος θεοῦ· εἶδον γὰρ θεὸν πρόσωπον, πρὸς πρόσωπον καὶ ἐσώθη μου ψυχή. 31 ἀνέτειλεν δὲ αὐτῷ ἥλιος, ἡνίκα πορπαρῆλθεν τὸ Εἶδος τοῦ θεοῦ· αὐτὸς δὲ ἐπέσκαζεν τῷ μηρῷ αὐτοῦ. 32 ἕνεκεν τούτου οὐ μὴ φάγωσιν οἱ υἱοὶ Ἰσραὴλ τὸ νεῦρον, ἐνάρκησεν, ἐστιν ἐπὶ τοῦ πλάτους τοῦ μηροῦ, ἕως τῆς ἡμέρας ταύτης, ὅτι ἥψατο τοῦ πλάτους τοῦ μηροῦ Ἰακὼβ τοῦ νεύρου καὶ ἐνάρκησεν.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era