1 προσθέμενος δὲ Ἁβραὰμ ἔλαβεν γυναῖκα, ᾗ ὄνομα Χεττούρα. 2 ἔτεκεν δὲ αὐτῷ τὸν Ζεμράν1 καὶ τὸν Ἰεξάν, καὶ τὸν Μαδάν2 καὶ τὸν Μαδιάμ καὶ τὸν Ἰεσβόκ3 καὶ τὸν Σωύε.4 3 Ἰεξάν δὲ ἐγέννησεν τὸν Σαβὰ καὶ τὸν Θαιμάν5 καὶ τὸν Δαιδάν6 υἱοὶ δὲ Δαιδάν· ἐγένοντο Ῥαγουήλ7 καὶ Ναβδεήλ8 καὶ Ἀσσουριίμ9 καὶ Λατουσιίμ10 καὶ Λοωμίμ.11 4 υἱοὶ δὲ Μαδιάμ· Γαιφά12 καὶ Ἀφέρ13 καὶ Ἐνὼχ καὶ Ἀβιρά14 καὶ Ἐλραγά.15 πάντες οὗτοι ἦσαν υἱοὶ Χεττούρας. 5 ἔδωκεν δὲ Ἁβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ, 6 καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν Ἁβραάμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ ἔτι ζῶντος αὐτοῦ πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν. 7 ταῦτα δὲ τὰ ἔτη ἡμερῶν ζωῆς Ἁβραάμ, ὅσα ἔζησεν· ἑκατὸν ἑβδομήκοντα πέντε ἔτη. 8 καὶ ἐκλιπὼν ἀπέθανεν Ἁβραὰμ ἐν γήρει καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. 9 καὶ ἔθαψαν αὐτὸν Ἰσαὰκ καὶ Ἰσμαὴλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν εἰς τὸν ἀγρὸν Ἐφρὼν τοῦ Σαάρ τοῦ Χετταίου, ὅ ἐστιν ἀπέναντι Μαμβρῆ. 10 τὸν ἀγρὸν καὶ τὸ σπήλαιον, ὃ ἐκτήσατο Ἁβραὰμ παρὰ τῶν υἱῶν Χέτ, ἐκεῖ ἔθαψαν Ἁβραὰμ καὶ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ. 11 ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν Ἁβραάμ εὐλόγησεν ὁ θεὸς Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· καὶ κατῴκησεν Ἰσαὰκ παρὰ τὸ φρέαρ τῆς ὁράσεως. 12 αὗται δὲ αἱ γενέσεις Ἰσμαὴλ τοῦ υἱοῦ Ἁβραάμ, ὃν ἔτεκεν Ἄγαρ ἡ παιδίσκη Σάῤῥας τῷ Ἁβραάμ, 13 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσμαὴλ κατ᾿ ὄνομα τῶν γενεῶν αὐτοῦ· πρωτότοκος Ἰσμαὴλ Ναβαϊώθ καὶ Κηδάρ καὶ Ναβδεὴλ καὶ Μασσάμ 14 καὶ Μασμὰ καὶ Ἰδουμά16 καὶ Μασσῆ 15 καὶ Χοδδάδ17 καὶ Θαιμάν καὶ Ἰετούρ καὶ Ναφές καὶ Κεδμά. 16 οὗτοί εἰσιν οἱ υἱοὶ Ἰσμαὴλ καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν· καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτῶν. 17 καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς Ἰσμαήλ· ἑκατὸν τριάκοντα ἑπτὰ ἔτη· καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ. 18 κατῴκησεν δὲ ἀπὸ Εὐιλάτ, ἕως Σούρ ἥ ἐστιν κατὰ πρόσωπον Αἰγύπτου ἕως ἐλθεῖν πρὸς Ἀσσυρίους· κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησεν.
19 καὶ αὗται αἱ γενέσεις Ἰσαὰκ τοῦ υἱοῦ Ἁβραάμ· Ἁβραάμ ἐγέννησεν τὸν Ἰσαάκ. 20 ἦν δὲ Ἰσαάκ ἐτῶν τεσσαράκοντα, ὅτε ἔλαβεν τὴν Ῥεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας ἀδελφὴν Λάβαν τοῦ Σύρου ἑαυτῷ γυναῖκα. 21 ἐδεῖτο δὲ Ἰσαὰκ κυρίου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν· ἐπήκουσεν δὲ αὐτοῦ ὁ θεός, καὶ ἔλαβεν ἐν γαστρὶ Ῥεβέκκα ἡ γυνὴ αὐτοῦ. 22 ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ· εἶπεν δέ, εἰ οὕτως μοι μέλλει γίνεσθαι, ἵνα τί μοι τοῦτο; ἐπορεύθη δὲ πυθέσθαι παρὰ κυρίου, 23 καὶ εἶπεν κύριος αὐτῇ, δύο ἔθνη ἐν τῇ γαστρί σου εἰσιν, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται· καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. 24 καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς. 25 ἐξῆλθεν δὲ ὁ υἱὸς ὁ πρωτότοκος πυρράκης, ὅλος ὡσεὶ δορὰ δασύς· ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Ἡσαῦ. 26 καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ἡσαῦ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰακὼβ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν αὐτοὺς Ῥεβέκκα. 27 ηὐξήθησαν δὲ οἱ νεανίσκοι, καὶ ἦν Ἡσαῦ ἄνθρωπος εἰδὼς κυνηγεῖν ἄγροικος, Ἰακὼβ δὲ ἦν ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν. 28 ἠγάπησεν δὲ Ἰσαὰκ τὸν Ἡσαῦ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ· Ῥεβέκκα δὲ ἠγάπα τὸν Ἰακὼβ.
29 ἥψησεν δὲ Ἰακὼβ ἕψεμα· ἦλθεν δὲ Ἡσαῦ ἐκ τοῦ πεδίου ἐκλείπων, 30 καὶ εἶπεν Ἡσαῦ τῷ Ἰακώβ, γεῦσόν με ἀπὸ τοῦ ἑψέματος τοῦ πυρροῦ τούτου, ὅτι ἐκλείπω. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ. 31 εἶπεν δὲ Ἰακὼβ τῷ Ἡσαῦ, ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί. 32 εἶπεν δὲ Ἡσαῦ, ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν, καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια; 33 καὶ εἶπεν αὐτῷ Ἰακώβ, ὄμοσόν μοι σήμερον. καὶ ὤμοσεν αὐτῷ· ἀπέδοτο δὲ Ἡσαῦ τὰ πρωτοτόκια τῷ Ἰακὼβ. 34 Ἰακὼβ δὲ ἔδωκεν τῷ Ἡσαῦ ἄρτον καὶ ἕψεμα φακοῦ, καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἀναστὰς ᾤχετο· καὶ ἐφαύλισεν Ἡσαῦ τὰ πρωτοτόκια.