1 Εὐχαριστίας καὶ προσευχῆς ἀπέχονται , διὰ τὸ μὴ ὁμολογεῖν τὴν εὐχαριστίαν σάρκα εἶναι τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ χριστοῦ τὴν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν παθοῦσαν , ἣν τῇ χρηστότητι ὁ πατὴρ ἤγειρεν .
Οἱ οὖν ἀντιλέγοντες τῇ δωρεᾷ τοῦ θεοῦ συζητοῦντες ἀποθνήσκουσιν · συνέφερεν δὲ αὐτοῖς ἀγαπᾶν , ἵνα καὶ ἀναστῶσιν . 2 πρέπον ἐστὶν ἀπέχεσθαι τῶν τοιούτων καὶ μήτε κατ᾿ ἰδίαν περὶ αὐτῶν λαλεῖν μήτε κοινῇ , προσέχειν δὲ τοῖς προφήταις , ἐξαιρέτως δὲ τῷ εὐαγγελίῳ , ἐν ᾧ τὸ πάθος ἡμῖν δεδήλωται καὶ ἡ ἀνάστασις τετελείωται . τοὺς δὲ μερισμοὺς φεύγετε ὡς ἀρχὴν κακῶν .