1 Ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη τῶν ἀδελφῶν τῶν ἐν Τρωάδι , ὅθεν καὶ γράφω ὑμῖν διὰ Βούρρου , ὃν ἀπεστείλατε μετ᾿ ἐμοῦ ἅμα Ἐφεσίοις , τοῖς ἀδελφοῖς ὑμῶν , ὃς κατὰ πάντα με ἀνέπαυσεν . καὶ ὄφελον πάντες αὐτὸν ἐμιμοῦντο , ὄντα ἐξεμπλάριον θεοῦ διακονίας . ἀμείψεται αὐτὸν ἡ χάρις κατὰ πάντα . 2 ἀσπάζομαι τὸν ἀξιόθεον ἐπίσκοπον καὶ θεοπρεπὲς πρεσβυτέριον καὶ τοὺς συνδούλους μου διακόνους καὶ τοὺς κατ᾿ ἄνδρα καὶ κοινῇ πάντας ἐν ὀνόματι Ἰησοῦ χριστοῦ καὶ τῇ σαρκὶ αὐτοῦ καὶ τῷ αἵματι , πάθει τε καὶ ἀναστάσει σαρκικῇ τε καὶ πνευματικῇ , ἐν ἑνότητι θεοῦ καὶ ὑμῶν . χάρις ὑμῖν , ἔλεος , εἰρήνη , ὑπομονὴ διὰ παντός .1