1 Εὔλογόν ἐστιν λοιπὸν ἀνανῆψαι ἡμᾶς , ὡς ἔτι καιρὸν ἔχομεν εἰς θεὸν μετανοεῖν . καλῶς ἔχει , θεὸν καὶ ἐπίσκοπον εἰδέναι . ὁ τιμῶν ἐπίσκοπον ὑπὸ θεοῦ τετίμηται · ὁ λάθρα ἐπισκόπου τι πράσσων τῷ διαβόλῳ λατρεύει .
2 Πάντα οὖν ὑμῖν ἐν χάριτι περισσευέτω · ἄξιοι γάρ ἐστε . κατὰ πάντα με ἀνεπαύσατε , καὶ ὑμᾶς Ἰησοῦς Χριστός . ἀπόντα με καὶ πάροντα ἠγαπήσατε . ἀμοιβὴ ὑμῖν ὁ θεός , δι᾿ ὃν πάντα ὑπομένοντες αὐτοῦ τεύξεσθε .