1 Φίλωνα καὶ Ῥαῖον1 Ἀγαθόπουν, οἳ ἐπηκολούθησάν μοι εἰς λόγον θεοῦ , καλῶς ἐποιήσατε ὑποδεξάμενοι ὡς διακόνους θεοῦ · οἳ καὶ εὐχαριστοῦσιν τῷ κυρίῳ ὑπὲρ ὑμῶν , ὅτι αὐτοὺς ἀνεπαύσατε κατὰ πάντα τρόπον . οὐδὲν ὑμῖν οὐ μὴ ἀπολεῖται . 2 ἀντίψυχον ὑμῶν τὸ πνεῦμά μου καὶ τὰ δεσμά μου , ἃ οὐχ ὑπερηφανήσατε οὐδὲ ἐπῃσχύνθητε . οὐδὲ ὑμᾶς ἐπαισχυνθήσεται ἡ τελεία ἐλπίς , Ἰησοῦς Χριστός .