1 Ἀσπάζομαι τοὺς οἴκους τῶν ἀδελφῶν μου σὺν γυναιξὶ καὶ τέκνοις καὶ τὰς παρθένους τὰς λεγομένας χήρας . ἔρρ0ωσθέ μοι ἐν δυνάμει πατρός . ἀσπάζεται ὑμᾶς Φίλων σὺν ἐμοὶ ὤν . 2 ἀσπάζομαι τὸν οἶκον Ταουΐας , ἣν εὔχομαι ἑδρᾶσθαι πίστει καὶ ἀγάπῃ σαρκικῇ τε καὶ πνευματικῇ . ἀσπάζομαι Ἄλκην , τὸ ποθητόν μοι ὄνομα , καὶ Δάφνον τὸν ἀσύγκριτον καὶ Εὔτεκνον καὶ πάντας κατ᾿ ὄνομα . ἔρρωσθε ἐν χάριτι θεοῦ .