1 Σιμὼν γάρ τις πρὸς Ὀνιαν ἀντιπολιτευόμενος τόν ποτε τὴν ἀρχιερωσύνην ἔχοντα διὰ βίου καλὸν καὶ ἀγαθὸν ἄνδρα ἐπειδὴ πάντα τρόπον διαβάλλων ὑπὲρ τοῦ ἔθνους οὐκ ἴσχυσεν κακῶσαι φυγὰς ᾤχετο τὴν πατρίδα προδώσων 2 ὅθεν ἥκων πρὸς Ἀπολλώνιον τὸν Συρίας τε καὶ Φοινίκης καὶ Κιλικίας στρατηγὸν ἔλεγεν 3 εὔνους ὢν τοῖς τοῦ βασιλέως πράγμασιν ἥκω μηνύων πολλὰς ἰδιωτικῶν χρημάτων μυριάδας ἐν τοῖς Ἰεροσολύμων γαζοφυλακίοις τεθησαυρίσθαι τοῖς ἱεροῖς μὴ ἐπικοινωνούσας καὶ προσήκειν ταῦτα Σελεύκῳ τῷ βασιλεῖ 4 τούτων ἕκαστα γνοὺς ὁ Ἀπολλώνιος τὸν μὲν Σιμωνὰ τῆς εἰς τὸν βασιλέα κηδεμονίας ἐπαινεῖ πρὸς δὲ τὸν Σέλευκον ἀναβὰς κατεμήνυσε τὸν τῶν χρημάτων θησαυρόν 5 καὶ λαβὼν τὴν περὶ αὐτῶν ἐξουσίαν ταχὺ εἰς τὴν πατρίδα ἡμῶν μετὰ τοῦ καταράτου Σιμωνος καὶ βαρυτάτου στρατοῦ 6 προσελθὼν ταῖς τοῦ βασιλέως ἐντολαῖς ἥκειν ἔλεγεν ὅπως τὰ ἰδιωτικὰ τοῦ γαζοφυλακίου λάβοι χρήματα 7 καὶ τοῦ ἔθνους πρὸς τὸν λόγον σχετλιάζοντος ἀντιλέγοντός τε πάνδεινον εἶναι νομίσαντες εἰ οἱ τὰς παρακαταθήκας πιστεύσαντες τῷ ἱερῷ θησαυρῷ στερηθήσονται ὡς οἷόν τε ἦν ἐκώλυον 8 μετὰ ἀπειλῶν δὲ ὁ Ἀπολλώνιος ἀπῄει εἰς τὸ ἱερόν 9 τῶν δὲ ἱερέων μετὰ γυναικῶν καὶ παιδίων ἐν τῷ ἱερῷ ἱκετευσάντων τὸν θεὸν ὑπερασπίσαι τοῦ ἱεροῦ καταφρονουμένου τόπου 10 ἀνιόντος τε μετὰ καθωπλισμένης τῆς στρατιᾶς τοῦ Ἀπολλωνίου πρὸς τὴν τῶν χρημάτων ἁρπαγὴν οὐρανόθεν ἔφιπποι προυφάνησαν ἄγγελοι περιαστράπτοντες τοῖς ὅπλοις καὶ πολὺν αὐτοῖς φόβον τε καὶ τρόμον ἐνιέντες 11 καταπεσών γέ τοι ἡμιθανὴς ὁ Ἀπολλώνιος ἐπὶ τὸν πάμφυλον τοῦ ἱεροῦ περίβολον τὰς χεῖρας ἐξέτεινεν εἰς τὸν οὐρανὸν καὶ μετὰ δακρύων τοὺς Ἑβραίους παρεκάλει ὅπως περὶ αὐτοῦ προσευξάμενοι τὸν οὐράνιον ἐξευμενίσωνται στρατόν 12 ἔλεγεν γὰρ ἡμαρτηκὼς ὥστε καὶ ἀποθανεῖν ἄξιος ὑπάρχειν πᾶσίν τε ἀνθρώποις ὑμνήσειν σωθεὶς τὴν τοῦ ἱεροῦ τόπου μακαριότητα 13 τούτοις ὑπαχθεὶς τοῖς λόγοις Ὀνιας ὁ ἀρχιερεύς καίπερ ἄλλως εὐλαβηθείς μήποτε νομίσειεν ὁ βασιλεὺς Σέλευκος ἐξ ἀνθρωπίνης ἐπιβουλῆς καὶ μὴ θείας δίκης ἀνῃρῆσθαι τὸν Ἀπολλώνιον ηὔξατο περὶ αὐτοῦ 14 καὶ ὁ μὲν παραδόξως διασωθεὶς ᾤχετο δηλώσων τῷ βασιλεῖ τὰ συμβάντα αὐτῷ 15 τελευτήσαντος δὲ Σελεύκου τοῦ βασιλέως διαδέχεται τὴν ἀρχὴν ὁ υἱὸς αὐτοῦ Ἀντίοχος ὁ Ἐ;πιφανής ἀνὴρ ὑπερήφανος καὶ δεινός 16 ὃς καταλύσας τὸν Ὀνιαν τῆς ἀρχιερωσύνης Ἰασονα τὸν ἀδελφὸν αὐτοῦ κατέστησεν ἀρχιερέα 17 συνθέμενον δώσειν εἰ ἐπιτρέψειεν αὐτῷ τὴν ἀρχήν κατ᾿ ἐνιαυτὸν τρισχίλια ἑξακόσια ἑξήκοντα τάλαντα 18 ὁ δὲ ἐπέτρεψεν αὐτῷ καὶ ἀρχιερᾶσθαι καὶ τοῦ ἔθνους ἀφηγεῖσθαι 19 καὶ ἐξεδιῄτησεν τὸ ἔθνος καὶ ἐξεπολίτευσεν ἐπὶ πᾶσαν παρανομίαν 20 ὥστε μὴ μόνον ἐπ᾿ αὐτῇ τῇ ἄκρᾳ τῆς πατρίδος ἡμῶν γυμνάσιον κατασκευάσαι ἀλλὰ καὶ καταλῦσαι τὴν τοῦ ἱεροῦ κηδεμονίαν 21 ἐφ᾿ οἷς ἀγανακτήσασα ἡ θεία δίκη αὐτὸν αὐτοῖς τὸν Ἀντίοχον ἐπολέμωσεν 22 ἐπειδὴ γὰρ πολεμῶν ἦν κατ᾿ Αἴγυπτον Πτολεμαίῳ ἤκουσέν τε ὅτι φήμης διαδοθείσης περὶ τοῦ τεθνάναι αὐτὸν ὡς ἔνι μάλιστα χαίροιεν οἱ Ἰεροσολυμῖται ταχέως ἐπ᾿ αὐτοὺς ἀνέζευξεν 23 καὶ ὡς ἐπόρθησεν αὐτούς δόγμα ἔθετο ὅπως εἴ τινες αὐτῶν φάνοιεν τῷ πατρίῳ πολιτεθόμενοι νόμῳ θάνοιεν 24 καὶ ἐπεὶ κατὰ μηδένα τρόπον ἴσχυεν καταλῦσαι διὰ τῶν δογμάτων τὴν τοῦ ἔθνους εὐνομίαν ἀλλὰ πάσας τὰς ἑαυτοῦ ἀπειλὰς καὶ τιμωρίας ἑώρα καταλυομένας 25 ὥστε καὶ γυναῖκας ὅτι περιέτεμον τὰ παιδία μετὰ τῶν βρεφῶν κατακρημνισθῆναι προειδυίας ὅτι τοῦτο πείσονται 26 ἐπεὶ οὖν τὰ δόγματα αὐτοῦ κατεφρονεῖτο ὑπὸ τοῦ λαοῦ αὐτὸς διὰ βασάνων ἕνα ἕκαστον τοῦ ἔθνους ἠνάγκαζεν μιαρῶν ἀπογευομένους τροφῶν ἐξόμνυσθαι τὸν Ἰουδαϊσμόν