Car Repair Manuals

Psalms

Ψαλμοί

Psalm 80 (81)

Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· τῷ Ἀσὰφ ψαλμός.

1 Ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ θεῷ Ἰακώβ· 2 λάβετε ψαλμὸν καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας· 3 σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν·

4 Ὅτι πρόσταγμα τῷ Ἰσραὴλ ἐστὶν καὶ κρίμα τῷ θεῷ Ἰακώβ. 5 μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτὸν ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου· γλῶσσαν, ἣν οὐκ ἔγνω ἤκουσεν·

6 Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν. 7 ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐρρυσάμην σὲ· ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος, ἐδοκίμασά σὲ ἐπὶ ὕδατος ἀντιλογίας. διάψαλμα. 8 ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί σοὶ· Ἰσραήλ, ἐὰν ἀκούσῃς μου, 9 οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ· 10 ἐγὼ γάρ εἰμι κύριος θεός σου ἀναγαγών σὲ ἐκ γῆς Αἰγύπτου· πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. 11 καὶ οὐκ ἤκουσεν λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχεν μοι· 12 καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορπορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.

13 Εἰ λαός μου ἤκουσέν μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, 14 ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου. 15 οἱ ἐχθροὶ κυρίου ἐψεύσαντο αὐτῷ, καὶ ἔσται καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. 16 καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era