1 Ἀπάρας δὲ Ἰσραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ ἔθυσεν θυσίαν τῷ θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ. 2 εἶπεν δὲ ὁ θεὸς Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτὸς εἴπας Ἰακώβ, Ἰακώβ. ὁ δὲ εἶπεν, Τί ἐστιν; 3 λέγων, Ἐγώ εἰμι ὁ θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σὲ ἐκεῖ, 4 καὶ ἐγὼ καταβήσομαι μετὰ σου εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σὲ εἰς τέλος, καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμούς σου. 5 ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας, ἃς ἀπέστειλεν Ἰωσὴφ ἆραι αὐτόν, 6 καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐν γῇ Χαναάν, εἰσῆλθον εἰς Αἴγυπτον, Ἰακὼβ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ᾿ αὐτοῦ, 7 υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ, θυγατέρες καὶ θυγατέρες τῶν υἱῶν αὐτοῦ· καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.
8 Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον. Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ πρωτότοκος Ἰακὼβ Ῥουβήν. 9 υἱοὶ δὲ Ῥουβήν· Ἐνὼχ καὶ Φαλλούς, Ἀσρὼν καὶ Χαρμί. 10 υἱοὶ δὲ Συμεών· Ἰεμουέλ καὶ Ἰαμὶν καὶ Ἀὼδ καὶ Ἰαχὶν καὶ Σαὰρ καὶ Σαοὺλ υἱὸς τῆς Χανανίτιδος. 11 υἱοὶ δὲ Λευί· Γηρσών, Καὰθ καὶ Μεραρί. 12 υἱοὶ δὲ Ἰοῦδα· Ἢρ καὶ Αὐνὰν καὶ Σηλὼμ καὶ Φαρὲς καὶ Ζαρὰ ἀπέθανεν δὲ Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν· ἐγένοντο δὲ υἱοὶ Φαρὲς Ἀσρὼν καὶ Ἰεμουέλ. 13 υἱοὶ δὲ Ἰσσαχὰρ Θωλὰ καὶ Φουὰ καὶ Ἰασοὺβ καὶ Ζαμβράμ. 14 υἱοὶ δὲ Ζαβουλών· Σερὲδ καὶ Ἀλλὼν καὶ Ἀλοήλ. 15 οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκεν τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δίναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ θυγατέρες, τριάκοντα τρεῖς. - - 16 υἱοὶ δὲ Γάδ· Σαφὼν καὶ Ἀγγὶς καὶ Σαυνὶς καὶ Θασοβὰν καὶ Ἀηδὶς καὶ Ἀροηδὶς καὶ Ἀροηλίς. 17 υἱοὶ δὲ Ἀσήρ· Ἰεμνὰ καὶ Ἰεσουὰ καὶ Ἰεοὺλ καὶ Βαριά, καὶ Σάρα ἀδελφὴ αὐτῶν. υἱοὶ δὲ Βαριά· Χοβὸρ καὶ Μελχιήλ. 18 οὗτοι υἱοὶ Ζελφᾶς, ἣν ἔδωκεν Λάβαν Λεία τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκεν τούτους τῷ Ἰακώβ, δέκα ἓξ ψυχάς. - 19 υἱοὶ δὲ Ῥαχὴλ γυναικὸς Ἰακὼβ· Ἰωσὴφ καὶ Βενιαμίν. 20 ἐγένοντο δὲ υἱοὶ Ἰωσὴφ ἐν γῇ Αἰγύπτῳ, οὓς ἔτεκεν αὐτῷ Ἀσεννὲθ θυγάτηρ Πετεφρῇ ἱερέως Ἡλίου πόλεως, τὸν Μανασσῆ καὶ τὸν Ἐφραὶμ ἐγένοντο δὲ υἱοὶ Μανασσῆ, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχίρ· Μαχὶρ δὲ ἐγέννησεν τὸν Γαλαάδ. υἱοὶ δὲ Ἐφραὶμ ἀδελφοῦ Μανασσῆ· Σουταλαὰμ καὶ Ταάμ. υἱοὶ δὲ Σουταλαάμ· Ἐδέμ. 21 υἱοὶ δὲ Βενιαμίν· Βαλὰ καὶ Χοβὼρ καὶ Ἀσβήλ. ἐγένοντο δὲ υἱοὶ Βαλά· Γηρὰ καὶ Νοεμὰν καὶ Ἀγχὶς καὶ Ῥὼς καὶ Μαμφὶν καὶ Ὁφιμίν· Γηρὰ δὲ ἐγέννησεν τὸν Ἀράδ. 22 οὗτοι υἱοὶ Ῥαχήλ, οὓς ἔτεκεν τῷ Ἰακώβ· πᾶσαι ψυχαὶ δέκα ὀκτώ. - 23 υἱοὶ δὲ Δάν· Ασόμ. 24 καὶ υἱοὶ Νεφθαλί· Ἀσιὴλ καὶ Γωϋνὶ καὶ Ἰσσαὰρ καὶ Συλλήμ. 25 οὗτοι υἱοὶ Βαλλάς, ἣν ἔδωκεν Λάβαν Ῥαχὴλ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκεν τούτους τῷ Ἰακώβ· πᾶσαι ψυχαὶ ἑπτά. - 26 πᾶσαι δὲ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν Ἰακώβ, πᾶσαι ψυχαὶ ἑξήκοντα ἕξ. 27 υἱοὶ δὲ Ἰωσὴφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα. πᾶσαι ψυχαὶ οἴκου Ἰακὼβ αἱ εἰσελθοῦσαι εἰς Αἴγυπτον ἑβδομήκοντα πέντε.
28 Τὸν δὲ Ιούδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς Ἰωσὴφ συναντῆσαι αὐτῷ καθ᾿ Ἡρώων πόλιν εἰς γῆν Ῥαμεσσῆ. 29 ζεύξας δὲ Ἰωσὴφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν Ἰσραὴλ τῷ πατρὶ αὐτοῦ καθ᾿ Ἡρώων πόλιν καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσεν κλαυθμῷ πλείονι. 30 καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ, Ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου· ἔτι γὰρ σὺ ζῇς. 31 εἶπεν δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, Ἀναβὰς ἀπαγγελῶ τῷ Φαραὼ καὶ ἐρῶ αὐτῷ, Οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου, οἳ ἦσαν ἐν γῇ Χαναάν, ἥκασιν πρός με· 32 οἱ δὲ ἄνδρες εἰσὶν ποιμένες - ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν - καὶ τὰ κτήνη καὶ τοὺς βόας καὶ πάντα τὰ αὐτῶν ἀγειόχασιν. 33 ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραὼ καὶ εἴπῃ ὑμῖν, Τί τὸ ἔργον ὑμῶν ἐστιν; 34 ἐρεῖτε, Ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, ἵνα κατοικήσητε ἐν γῇ Γεσὲμ Ἀραβίᾳ· βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων.