Car Repair Manuals

Chapter 20

1 καὶ ἐκίνησεν ἐκεῖθεν Ἁβραὰμ εἰς γῆν πρὸς λίβα καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Σούρ καὶ παρῴκησεν ἐν Γεράροις. 2 εἶπεν δὲ Ἁβραάμ περὶ Σάῤῥας τῆς γυναικὸς αὐτοῦ ὅτι ἀδελφή μού ἐστιν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι, γυνή μού ἐστιν, μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι᾿ αὐτήν. ἀπέστειλεν δὲ Ἀβιμέλεχ βασιλεὺς Γεράρων καὶ ἔλαβεν τὴν Σάῤῥαν. 3 καὶ εἰσῆλθεν θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα καὶ εἶπεν, ἰδοὺ σὺ ἀποθνῄσκεις περὶ τῆς γυναικός ἧς ἔλαβες αὕτη δέ ἐστιν συνῳκηκυῖα ἀνδρί. 4 Ἀβιμέλεχ δὲ οὐχ ἥψατο αὐτῆς καὶ εἶπεν κύριε, ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς; 5 οὐκ αὐτός μοι εἶπεν, ἀδελφή μού ἐστιν; καὶ αὐτή μοι εἶπεν, ἀδελφός μού ἐστιν. ἐν καθαρᾷ καρδίᾳ καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο. 6 εἶπεν δὲ αὐτῷ θεὸς καθ᾿ ὕπνον, κἀγὼ ἔγνων ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο, καὶ ἐφεισάμην ἐγώ σου τοῦ μὴ ἁμαρτεῖν σὲ εἰς ἐμέ· ἕνεκεν τούτου οὐκ ἀφῆκά σὲ ἅψασθαι αὐτῆς. 7 νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶν καὶ προσεύξεται περὶ σου καὶ ζήσῃ· εἰ δὲ μὴ ἀποδίδως, γνῶθι ὅτι ἀποθανῇ σὺ καὶ πάντα τὰ σά. 8 καὶ ὤρθρισεν Ἀβιμέλεχ τὸ πρωῒ καὶ ἐκάλεσεν πάντας τοὺς παῖδας αὐτοῦ καὶ ἐλάλησεν πάντα τὰ ῥήματα ταῦτα εἰς τὰ ὦτα αὐτῶν, ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα. 9 καὶ ἐκάλεσεν Ἀβιμέλεχ τὸν Ἁβραὰμ καὶ εἶπεν αὐτῷ, τί τοῦτο ἐποίησας ἡμῖν; μή τι ἡμάρτομεν εἰς σέ, ὅτι ἐπήγαγες ἐπ᾿ ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; ἔργον, οὐδεὶς ποιήσει, πεποίηκάς μοι. 10 εἶπεν δὲ Ἀβιμέλεχ τῷ Ἁβραάμ, τί ἐνιδὼν ἐποίησας τοῦτο; 11 εἶπεν δὲ Ἁβραάμ, εἶπα γάρ, ἄρα οὐκ ἔστιν θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου. 12 καὶ γὰρ ἀληθῶς ἀδελφή μού ἐστιν ἐκ πατρός, ἀλλ᾿ οὐκ ἐκ μητρός· ἐγενήθη δέ μοι εἰς γυναῖκα. 13 ἐγένετο δὲ ἡνίκα ἐξήγαγέν με θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ εἶπα αὐτῇ, ταύτην τὴν δικαιοσύνην ποιήσεις ἐπ᾿ ἐμέ· εἰς πάντα τόπον, οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ, εἰπὸν ἐμὲ ὅτι, ἀδελφός μού ἐστιν. 14 ἔλαβεν δὲ Ἀβιμέλεχ χίλια δίδραχμα πρόβατα καὶ μόσχους καὶ παῖδας καὶ παιδίσκας καὶ ἔδωκεν τῷ Ἁβραὰμ καὶ ἀπέδωκεν αὐτῷ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ. 15 καὶ εἶπεν Ἀβιμέλεχ τῷ Ἁβραάμ, ἰδοὺ γῆ μου ἐναντίον σου· οὗ ἐάν σοὶ ἀρέσκῃ, κατοίκει. 16 τῇ δὲ Σάῤῥα εἶπεν, ἰδοὺ δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου· ταῦτα ἔσται σοὶ εἰς τιμὴν τοῦ προσώπου σου καὶ πάσαις ταῖς μετὰ σου· καὶ πάντα ἀλήθευσον. 17 προσηύξατο δὲ Ἁβραὰμ πρὸς τὸν θεόν, καὶ ἰάσατο θεὸς τὸν Ἀβιμέλεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐτοῦ καὶ ἔτεκον· 18 ὅτι συγκλείων συνέκλεισεν κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ τοῦ Ἀβιμέλεχ ἕνεκεν Σάῤῥας τῆς γυναικὸς Ἁβραάμ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era