Car Repair Manuals

Wisdom of Sirach

Σοφὶα Σιράχ

Chapter 48

1  καὶ ἀνέστη Ἐ;λιας προφήτης ὡς πῦρ καὶ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο 2  ὃς ἐπήγαγεν ἐπ᾿ αὐτοὺς λιμὸν καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς 3  ἐν λόγῳ κυρίου ἀνέσχεν οὐρανόν κατήγαγεν οὕτως τρὶς πῦρ 4  ὡς ἐδοξάσθης Ἐ;λια ἐν θαυμασίοις σου καὶ τίς ὅμοιός σοὶ καυχᾶσθαι 5  ἐγείρας νεκρὸν ἐκ θανάτου καὶ ἐξ ᾅδου ἐν λόγῳ ὑψίστου 6  καταγαγὼν βασιλεῖς εἰς ἀπώλειαν καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν 7  ἀκούων ἐν Σινᾶ ἐλεγμὸν καὶ ἐν Χωρὴβ κρίματα ἐκδικήσεως 8  χρίων βασιλεῖς εἰς ἀνταπόδομα καὶ προφήτας διαδόχους μετ᾿ αὐτόν 9  ἀναλημφθεὶς ἐν λαίλαπι πυρὸς ἐν ἅρματι ἵππων πυρίνων 10  καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιροὺς κοπάσαι ὀργὴν πρὸ θυμοῦ ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καταστῆσαι φυλὰς Ἰακὼβ 11  μακάριοι οἱ ἰδόντες σὲ καὶ οἱ ἐν ἀγαπήσει κεκοιμημένοι καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα 12  Ἐ;λιας ὃς ἐν λαίλαπι ἐσκεπάσθη καὶ Ἐλισαιὲ ἐνεπλήσθη πνεύματος αὐτοῦ καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς 13  πᾶς λόγος οὐχ ὑπερῆρεν αὐτόν καὶ ἐν κοιμήσει ἐπροφήτευσεν τὸ σῶμα αὐτοῦ 14  καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησεν τέρατα καὶ ἐν τελευτῇ θαυμάσια τὰ ἔργα αὐτοῦ 15  ἐν πᾶσιν τούτοις οὐ μετενόησεν λαὸς καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἕως ἐπρονομεύθησαν ἀπὸ γῆς αὐτῶν καὶ διεσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ 16  καὶ κατελείφθη λαὸς ὀλιγοστός καὶ ἄρχων ἐν τῷ οἴκῳ Δαυὶδ τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας 17  Ἐζεκίας ὠχύρωσεν τὴν πόλιν αὐτοῦ καὶ εἰσήγαγεν εἰς μέσον αὐτῆς ὕδωρ ὤρυξεν σιδήρῳ ἀκρότομον καὶ ᾠκοδόμησεν κρήνας εἰς ὕδατα 18  ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηριμ καὶ ἀπέστειλεν Ῥαψακην καὶ ἀπῆρεν καὶ ἐπῆρεν χεῖρα αὐτοῦ ἐπὶ Σιὼν καὶ ἐμεγαλαύχησεν ἐν ὑπερηφανίᾳ αὐτοῦ 19  τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι 20  καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν καὶ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ἐ;σαιου 21  ἐπάταξεν τὴν παρεμβολὴν τῶν Ἀσσυρίων καὶ ἐξέτριψεν αὐτοὺς ἄγγελος αὐτοῦ 22  ἐποίησεν γὰρ Ἐζεκίας τὸ ἀρεστὸν κυρίῳ καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυὶδ τοῦ πατρὸς αὐτοῦ ἃς ἐνετείλατο Ἐ;σαιας προφήτης μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ 23  ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ἥλιος καὶ προσέθηκεν ζωὴν βασιλεῖ 24  πνεύματι μεγάλῳ εἶδεν τὰ ἔσχατα καὶ παρεκάλεσεν τοὺς πενθοῦντας ἐν Σιὼν 25  ἕως τοῦ αἰῶνος ὑπέδειξεν τὰ ἐσόμενα καὶ τὰ ἀπόκρυφα πρὶν παραγενέσθαι αὐτά




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era