Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης, ψαλμὸς τῷ Δαυίδ.
1 Σῶσόν με κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. 2 μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, χείλη δόλια, ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν. 3 ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια, καὶ γλῶσσαν μεγαλορήμονα· 4 τοὺς εἰπόντας, τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ᾿ ἡμῶν ἐστιν τίς ἡμῶν κύριός ἐστιν;
5 Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει κύριος· θήσομαι ἐν σωτηρίᾳ, παρρησιάσομαι ἐν αὐτῷ. 6 τὰ λόγια κυρίου, λόγια ἁγνά· ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως. 7 σύ κύριε φυλάξεις ἡμᾶς· καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης, καὶ εἰς τὸν αἰῶνα. 8 κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν, κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων.