Car Repair Manuals

Chapter 40

1 Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα ἥμαρτεν ἀρχιοινοχόος τοῦ βασιλέως Αἰγύπτου καὶ ἀρχισιτοποιὸς τῷ κυρίῳ αὐτῶν βασιλεῖ Αἰγύπτου. 2 καὶ ὠργίσθη Φαραὼ ἐπὶ τοῖς δυσὶν εὐνούχοις αὐτοῦ, ἐπὶ τῷ ἀρχιοινοχόῳ καὶ ἐπὶ τῷ ἀρχισιτοποιῷ, 3 καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ παρὰ τῷ δεσμοφύλακι, εἰς τὸ δεσμωτήριον εἰς τὸν τόπον, οὗ Ἰωσὴφ ἀπῆκτο ἐκεῖ. 4 καὶ συνέστησεν ἀρχιδεσμώτης τῷ Ἰωσὴφ αὐτούς, καὶ παρέστη αὐτοῖς· ἦσαν δὲ ἡμέρας ἐν τῇ φυλακῇ. - 5 καὶ εἶδον ἀμφότεροι ἐνύπνιον, ἑκάτερος ἐνύπνιον, ἐν μιᾷ νυκτὶ ὅρασις τοῦ ἐνυπνίου αὐτοῦ, ἀρχιοινοχόος καὶ ἀρχισιτοποιός, οἳ ἦσαν τῷ βασιλεῖ Αἰγύπτου, οἱ ὄντες ἐν τῷ δεσμωτηρίῳ. 6 εἰσῆλθεν δὲ πρὸς αὐτοὺς, Ἰωσὴφ τὸ πρωῒ καὶ εἶδεν αὐτούς καὶ ἦσαν τεταραγμένοι. 7 καὶ ἠρώτα τοὺς εὐνούχους Φαραώ, οἳ ἦσαν μετ᾿ αὐτοῦ ἐν τῇ φυλακῇ παρὰ τῷ κυρίῳ αὐτοῦ, λέγων, Τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον; 8 οἱ δὲ εἶπαν αὐτῷ, Ἐνύπνιον εἴδομεν καὶ συγκρίνων οὐκ ἔστιν αὐτό. εἶπεν δὲ αὐτοῖς Ἰωσήφ, Οὐχὶ διὰ τοῦ θεοῦ διασάφησις αὐτῶν ἐστιν; διηγήσασθε οὖν μοι. - 9 καὶ διηγήσατο ἀρχιοινοχόος τὸ ἐνύπνιον αὐτοῦ τῷ Ἰωσὴφ καὶ εἶπεν, Ἐν τῷ ὕπνῳ μου ἦν ἄμπελος ἐναντίον μου· 10 ἐν δὲ τῇ ἀμπέλῳ τρεῖς πυθμένες, καὶ αὐτὴ θάλλουσα ἀνενηνοχυῖα βλαστούς· πέπειροι οἱ βότρυες σταφυλῆς. 11 καὶ τὸ ποτήριον Φαραὼ ἐν τῇ χειρί μου· καὶ ἔλαβον τὴν σταφυλὴν καὶ ἐξέθλιψα αὐτὴν εἰς τὸ ποτήριον καὶ ἔδωκα τὸ ποτήριον εἰς τὰς χεῖρας Φαραώ. 12 καὶ εἶπεν αὐτῷ Ἰωσήφ, Τοῦτο σύγκρισις αὐτοῦ· οἱ τρεῖς πυθμένες τρεῖς ἡμέραι εἰσίν· 13 ἔτι τρεῖς ἡμέραι καὶ μνησθήσεται Φαραὼ τῆς ἀρχῆς σου καὶ ἀποκαταστήσει σὲ ἐπὶ τὴν ἀρχιοινοχοΐαν σου, καὶ δώσεις τὸ ποτήριον Φαραὼ εἰς τὴν χεῖρα αὐτοῦ κατὰ τὴν ἀρχήν σου τὴν προτέραν, ὡς ἦσθα οἰνοχοῶν. 14 ἀλλὰ μνήσθητί μου διὰ σεαυτοῦ, ὅταν εὖ σοὶ γένηται, καὶ ποιήσεις ἐν ἐμοὶ ἔλεος καὶ μνησθήσῃ περὶ ἐμοῦ Φαραὼ καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου· 15 ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων καὶ ὧδε οὐκ ἐποίησα οὐδέν, ἀλλ᾿ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον. - 16 καὶ εἶδεν ἀρχισιτοποιὸς ὅτι ὀρθῶς συνέκρινεν, καὶ εἶπεν τῷ Ἰωσὴφ Κἀγὼ εἶδον ἐνύπνιον καὶ ᾤμην τρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου· 17 ἐν δὲ τῷ κανῷ τῷ ἐπάνω ἀπὸ πάντων τῶν γενῶν, ὧν βασιλεὺς Φαραὼ ἐσθίει, ἔργον σιτοποιοῦ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατήσθιεν αὐτὰ ἀπὸ τοῦ κανοῦ τοῦ ἐπάνω τῆς κεφαλῆς μου. 18 ἀποκριθεὶς δὲ Ἰωσὴφ εἶπεν αὐτῷ, Αὕτη σύγκρισις αὐτοῦ· τὰ τρία κανᾶ τρεῖς ἡμέραι εἰσίν· 19 ἔτι τριῶν ἡμερῶν ἀφελεῖ Φαραὼ τὴν κεφαλήν σου ἀπὸ σου καὶ κρεμάσει σὲ ἐπὶ ξύλου, καὶ φάγεται τὰ ὄρνεα τοῦ οὐρανοῦ τὰς σάρκας σου ἀπὸ σου. - 20 ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἡμέρα γενέσεως ἦν Φαραώ, καὶ ἐποίει πότον πᾶσι τοῖς παισὶν αὐτοῦ, καὶ ἐμνήσθη τῆς ἀρχῆς τοῦ ἀρχιοινοχόου καὶ τῆς ἀρχῆς τοῦ ἀρχισιτοποιοῦ ἐν μέσῳ τῶν παίδων αὐτοῦ 21 καὶ ἀπεκατέστησεν τὸν ἀρχιοινοχόον ἐπὶ τὴν ἀρχὴν αὐτοῦ, καὶ ἔδωκεν τὸ ποτήριον εἰς τὴν χεῖρα Φαραώ, 22 τὸν δὲ ἀρχισιτοποιὸν ἐκρέμασεν καθὰ συνέκρινεν αὐτοῖς Ἰωσήφ. 23 οὐκ ἐμνήσθη δὲ ἀρχιοινοχόος τοῦ Ἰωσήφ, ἀλλὰ ἐπελάθετο αὐτοῦ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era