1 Δείξασά μοι ταῦτα ἤθελεν ἀποτρέχειν . λέγω αὐτῇ · Κυρία , τί μοι ὄφελος ταῦτα ἑωρακότι καὶ μὴ γινώσκοντι , τί ἐστιν τὰ πράγματα ; ἀποκριθεῖσά μοι λέγει · Πανοῦργος εἶ ἄνθρωπος , θέλων γινώσκειν τὰ περὶ τὸν πύργον . Ναί , φημί , κυρία , ἵνα τοῖς ἀδελφοῖς ἀναγγείλω καὶ ἱλαρώτεροι γένωνται καὶ ταῦτα ἀκούσαντες γινώσκωσιν τὸν κύριον ἐν πολλῇ δόξῃ . 2 ἡ δὲ ἔφη · Ἀκούσονται μὲν πολλοί · ἀκούσαντες δέ τινες ἐξ αὐτῶν χαρήσονται , τινὲς δὲ κλαύσονται · ἀλλὰ καὶ οὗτοι , ἐὰν ἀκούσωσιν καὶ μετανοήσωσιν , καὶ αὐτοὶ χαρήσονται . ἄκουε οὖν τὰς παραβολὰς τοῦ πύργου · ἀποκαλύψω γάρ σοὶ πάντα . καὶ μηκέτι μοι κόπους πάρεχε περὶ ἀποκαλύψεως · αἱ γὰρ ἀποκαλύψεις αὗται τέλος ἔχουσιν · πεπληρωμέναι γάρ εἰσιν . ἀλλ᾿ οὐ παύσῃ αἰτούμενος ἀποκαλύψεις · ἀναιδὴς γὰρ εἶ . 3 ὁ μὲν πύργος , ὃν βλέπεις οἰκοδομούμενον , ἐγώ εἰμι ἡ Ἐκκλησία , ἡ ὀφθεῖσά σοὶ καὶ νῦν καὶ τὸ πρότερον · ὃ ἄν οὖν θελήσῃς , ἐπερώτα περὶ τοῦ πύργου , καὶ ἀποκαλύψω σοὶ , ἵνα χαρῇς μετὰ τῶν ἁγίων . 4 λέγω αὐτῇ · Κυρία , ἐπεὶ ἅπαξ ἄξιόν με ἡγήσω τοῦ πάντα μοι ἀποκαλύψαι , ἀποκάλυψον . ἡ δὲ λέγει μοι · Ὃ ἐὰν ἐνδέχητά σοὶ ἀποκαλυφθῆναι , ἀποκαλυφθήσεται . μόνον ἡ καρδία σου πρὸς τὸν θεὸν ἤτω καὶ μὴ διψυχήσεις , ὃ ἄν ἴδῃς . 5 ἐπηρώτησα αὐτήν · Διατί ὁ πύργος ἐπὶ ὑδάτων ᾠκοδόμηται , κυρία ; Εἶπά σοὶ , φησίν , καὶ τὸ πρότερον , καὶ ἐκζητεῖς ἐπιμελῶς · ἐκζητῶν οὖν εὑρίσκεις τὴν ἀλήθειαν . διατί οὖν ἐπὶ ὑδάτων ᾠκοδόμηται ὁ πύργος , ἄκουε · ὅτι ἡ ζωὴ ὑμῶν διὰ ὕδατος ἐσώθη καὶ σωθήσεται . τεθεμελίωται δὲ ὁ πύργος τῷ ῥήματι τοῦ παντοκράτορος καὶ ἐνδόξου ὀνόματος , κρατεῖται δὲ ὑπὸ τῆς ἀοράτου δυνάμεως τοῦ δεσπότου .