Car Repair Manuals

Vision 3 Chapter 4

1  Ἀποκριθεὶς λέγω αὐτῇ · Κυρία , μεγάλως καὶ θαυμαστῶς ἔχει τὸ πρᾶγμα τοῦτο · οἱ δὲ νεανίσκοι οἱ ἓξ οἱ οἰκοδομοῦντες , τίνες εἰσίν , κυρία ; Οὗτοί εἰσιν οἱ ἅγιοι ἄγγελοι τοῦ θεοῦ οἱ πρῶτοι κτισθέντες , οἷς παρέδωκεν κύριος πᾶσαν τὴν κτίσιν αὐτοῦ αὔξειν καὶ οἰκοδομεῖν καὶ δεσπόζειν τῆς κτίσεως πάσης · διὰ τούτων οὖν τελεσθήσεται οἰκοδομὴ τοῦ πύργου . 2  Οἱ δὲ ἕτεροι οἱ παραφέροντες τοὺς λίθους , τίνες εἰσίν ; Καὶ αὐτοὶ ἅγιοι ἄγγελοι τοῦ θεοῦ · οὗτοι δὲ οἱ ἓξ ὑπερέχοντες αὐτούς εἰσιν · συντελεσθήσεται οὖν οἰκοδομὴ τοῦ πύργου , καὶ πάντες ὁμοῦ εὐφρανθήσονται κύκλῳ τοῦ πύργου καὶ δοξάσουσιν τὸν θεόν , ὅτι ἐτελέσθη οἰκοδομὴ τοῦ πύργου . 3  ἐπηρώτησα αὐτὴν λέγων · Κυρία , ἤθελον γνῶναι τῶν λίθων τὴν ἔξοδον καὶ τὴν δύναμιν αὐτῶν , ποταπή ἐστιν . ἀποκριθεῖσά μοι λέγει · Οὐχ ὅτι σὺ ἐκ πάντων ἀξιώτερος εἶ , ἵνα σοὶ ἀποκαλυφθῇ . ἄλλοι γάρ σου πρότεροί εἰσιν καὶ βελτίονές σου , οἷς ἔδει ἀποκαλυφθῆναι τὰ ὁράματα ταῦτα · ἀλλ᾿ ἵνα δοξασθῇ τὸ ὄνομα τοῦ θεοῦ , σοὶ ἀπεκαλύφθη καὶ ἀποκαλυφθήσετα διὰ τοὺς διψύχους , τοὺς διαλογιζομένους ἐν ταῖς καρδίαις αὐτῶν , εἰ ἄρα ἔστιν ταῦτα οὐκ ἔστιν . λέγε αὐτοῖς , ὅτι ταῦτα πάντα ἐστὶν ἀληθῆ καὶ οὐθὲν ἔξωθέν ἐστιν τῆς ἀληθείας , ἀλλὰ πάντα ἰσχυρὰ καὶ βέβαια καὶ τεθεμελιωμένα ἐστίν .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era