Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυίδ.
1 Εἰσάκουσον, ὁ θεός, τῆς φωνῆς μου ἐν τῷ δέεσθαί με, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. 2 ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων, ἀπὸ πλήθους ἐργαζομένων τὴν ἀνομίαν, 3 οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον αὐτῶν πρᾶγμα πικρὸν 4 τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον, ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ φοβηθήσονται. 5 ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν, διηγήσαντο τοῦ κρύψαι παγίδας· εἶπαν, τίς ὄψεται αὐτούς; 6 ἐξηρεύνησαν ἀνομίας, ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει. προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα, 7 καὶ ὑψωθήσεται ὁ θεός. βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν, 8 καὶ ἐξησθένησαν ἐπ᾿ αὐτοὺς αἱ γλῶσσαι αὐτῶν. ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς, 9 καὶ ἐφοβήθη πᾶς ἄνθρωπος. καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ θεοῦ καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν. 10 εὐφρανθήσεται δίκαιος ἐπὶ τῷ κυρίῳ καὶ ἐλπιεῖ ἐπ᾿ αὐτόν, καὶ ἐπαινεσθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.