Car Repair Manuals

Chapter 22

1 καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα θεὸς ἐπείραζεν τὸν Ἁβραὰμ καὶ εἶπεν πρὸς αὐτόν Ἁβραάμ, Ἁβραάμ· δὲ εἶπεν, ἰδοὺ ἐγώ. 2 καὶ εἶπεν, λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ πορπορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ᾿ ἓν τῶν ὀρέων, ὧν ἄν σοὶ εἴπω. 3 ἀναστὰς δὲ Ἁβραὰμ τὸ πρωῒ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ· παρέλαβεν δὲ μεθ᾿ ἑαυτοῦ δύο παῖδας καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν ἀναστὰς ἐπορεύθη καὶ ἦλθεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ θεός. 4 τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἀναβλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς εἶδεν τὸν τόπον μακρόθεν. 5 καὶ εἶπεν Ἁβραὰμ τοῖς παισὶν αὐτοῦ, καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψωμεν πρὸς ὑμᾶς. 6 ἔλαβεν δὲ Ἁβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ· ἔλαβεν δὲ καὶ τὸ πῦρ μετὰ χεῖρα καὶ τὴν μάχαιραν, καὶ πορἐπορεύθησαν οἱ δύο ἅμα. 7 εἶπεν δὲ Ἰσαὰκ πρὸς Ἁβραὰμ τὸν πατέρα αὐτοῦ εἴπας, πάτερ. δὲ εἶπεν, τί ἐστιν, τέκνον; λέγων, ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστιν τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; 8 εἶπεν δὲ Ἁβραάμ, θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. πορπορευθέντες δὲ ἀμφότεροι ἅμα 9 ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ θεός. καὶ ᾠκοδόμησεν ἐκεῖ Ἁβραάμ θυσιαστήριον καὶ ἐπέθηκεν τὰ ξύλα καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων. 10 καὶ ἐξέτεινεν Ἁβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ. 11 καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῷ, Ἁβραάμ, Ἁβραάμ. δὲ εἶπεν, ἰδοὺ ἐγώ. 12 καὶ εἶπεν, μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων ὅτι φοβῇ τὸν θεὸν σὺ καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ. 13 καὶ ἀναβλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ σαβεκ1 τῶν κεράτων· καὶ ἐπορεύθη Ἁβραὰμ καὶ ἔλαβεν τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ.

14 καὶ ἐκάλεσεν Ἁβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου κύριος εἶδεν, ἵνα εἴπωσιν σήμερον, ἐν τῷ ὄρει κύριος ὤφθη. 15 καὶ ἐκάλεσεν ἄγγελος κυρίου τὸν Ἁβραάμ δεύτερον ἐκ τοῦ οὐρανοῦ 16 λέγων, κατ᾿ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ. 17  μὴν εὐλογῶν εὐλογήσω σὲ καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων. 18 καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ᾿ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς. 19 ἀπεστράφη δὲ Ἁβραὰμ πρὸς τοὺς παῖδας αὐτοῦ, καὶ ἀναστάντες πορἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου. καὶ κατῴκησεν Ἁβραὰμ ἐπὶ τῷ φρέατι τοῦ ὅρκου.

20 ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀνηγγέλη τῷ Ἁβραάμ λέγοντες, ἰδοὺ τέτοκεν Μελχὰ καὶ αὐτὴ υἱοὺς Ναχὼρ τῷ ἀδελφῷ σου, 21 τὸν Ὤξ2 πρωτότοκον καὶ τὸν Βαύξ ἀδελφὸν αὐτοῦ καὶ τὸν Καμουὴλ πατέρα Σύρων3 22 καὶ τὸν Χασάδ καὶ τὸν Ἀζαῦ καὶ τὸν Φαλδάς4 καὶ τὸν Ἰεδλάφ καὶ τὸν Βαθουήλ· 23 καὶ Βαθουὴλ ἐγέννησεν τὴν Ῥεβέκκαν. ὀκτὼ οὗτοι υἱοί οὓς ἔτεκεν Μελχὰ τῷ Ναχὼρ τῷ ἀδελφῷ Ἁβραάμ. 24 καὶ παλλακὴ αὐτοῦ, ὄνομα Ῥεήμα,5 ἔτεκεν καὶ αὐτὴ τὸν Ταβέκ καὶ τὸν Γαάμ6 καὶ τὸν Τοχός καὶ τὸν Μωχά.7




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era