Car Repair Manuals

Ezekiel

Ἰεζεκιήλ

Chapter 10

1  καὶ εἶδον καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τῶν χερουβὶμ ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπ᾿ αὐτῶν

2  καὶ εἶπεν πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολήν εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν τῶν ὑποκάτω τῶν χερουβὶμ καὶ πλῆσον τὰς δράκας σου ἀνθράκων πυρὸς ἐκ μέσου τῶν χερουβὶμ καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν καὶ εἰσῆλθεν ἐνώπιόν μου

3  καὶ τὰ χερουβὶμ εἱστήκει ἐκ δεξιῶν τοῦ οἴκου ἐν τῷ εἰσπορεύεσθαι τὸν ἄνδρα καὶ νεφέλη ἔπλησεν τὴν αὐλὴν τὴν ἐσωτέραν

4  καὶ ἀπῆρεν δόξα κυρίου ἀπὸ τῶν χερουβὶμ εἰς τὸ αἴθριον τοῦ οἴκου καὶ ἔπλησεν τὸν οἶκον νεφέλη καὶ αὐλὴ ἐπλήσθη τοῦ φέγγους τῆς δόξης κυρίου

5  καὶ φωνὴ τῶν πτερύγων τῶν χερουβὶμ ἠκούετο ἕως τῆς αὐλῆς τῆς ἐξωτέρας ὡς φωνὴ θεοῦ Σαδδαι λαλοῦντος

6  καὶ ἐγένετο ἐν τῷ ἐντέλλεσθαι αὐτὸν τῷ ἀνδρὶ τῷ ἐνδεδυκότι τὴν στολὴν τὴν ἁγίαν λέγων λαβὲ πῦρ ἐκ μέσου τῶν τροχῶν ἐκ μέσου τῶν χερουβὶμ καὶ εἰσῆλθεν καὶ ἔστη ἐχόμενος τῶν τροχῶν

7  καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ εἰς μέσον τοῦ πυρὸς τοῦ ὄντος ἐν μέσῳ τῶν χερουβὶμ καὶ ἔλαβεν καὶ ἔδωκεν εἰς τὰς χεῖρας τοῦ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν καὶ ἔλαβεν καὶ ἐξῆλθεν

8  καὶ εἶδον τὰ χερουβὶμ ὁμοίωμα χειρῶν ἀνθρώπων ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν

9  καὶ εἶδον καὶ ἰδοὺ τροχοὶ τέσσαρες εἱστήκεισαν ἐχόμενοι τῶν χερουβὶμ τροχὸς εἷς ἐχόμενος χερούβ ἑνός καὶ ὄψις τῶν τροχῶν ὡς ὄψις λίθου ἄνθρακος

10  καὶ ὄψις αὐτῶν ὁμοίωμα ἓν τοῖς τέσσαρσιν ὃν τρόπον ὅταν τροχὸς ἐν μέσῳ τροχοῦ

11  ἐν τῷ πορπορεύεσθαι αὐτὰ εἰς τὰ τέσσαρα μέρη αὐτῶν πορἐπορεύοντο οὐκ ἐπέστρεφον ἐν τῷ πορπορεύεσθαι αὐτά ὅτι εἰς ὃν ἂν τόπον ἐπέβλεψεν ἀρχὴ μία πορἐπορεύοντο καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορπορεύεσθαι αὐτά

12  καὶ οἱ νῶτοι αὐτῶν καὶ αἱ χεῖρες αὐτῶν καὶ αἱ πτέρυγες αὐτῶν καὶ οἱ τροχοὶ πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσιν τροχοῖς αὐτῶν

13  τοῖς δὲ τροχοῖς τούτοις ἐπεκλήθη Γελγελ ἀκούοντός μου

15  καὶ ἦραν τὰ χερουβὶμ τοῦτο τὸ ζῷον εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ

16  καὶ ἐν τῷ πορπορεύεσθαι τὰ χερουβὶμ πορἐπορεύοντο οἱ τροχοί καὶ οὗτοι ἐχόμενοι αὐτῶν καὶ ἐν τῷ ἐξαίρειν τὰ χερουβὶμ τὰς πτέρυγας αὐτῶν τοῦ μετεωρίζεσθαι ἀπὸ τῆς γῆς οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτῶν

17  ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ ἐμετεωρίζοντο μετ᾿ αὐτῶν διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς ἦν

18  καὶ ἐξῆλθεν δόξα κυρίου ἀπὸ τοῦ οἴκου καὶ ἐπέβη ἐπὶ τὰ χερουβὶμ

19  καὶ ἀνέλαβον τὰ χερουβὶμ τὰς πτέρυγας αὐτῶν καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ ἐν τῷ ἐξελθεῖν αὐτὰ καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου κυρίου τῆς ἀπέναντι καὶ δόξα θεοῦ Ἰσραὴλ ἦν ἐπ᾿ αὐτῶν ὑπεράνω

20  τοῦτο τὸ ζῷόν ἐστιν εἶδον ὑποκάτω θεοῦ Ἰσραὴλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ καὶ ἔγνων ὅτι χερουβὶμ ἐστίν

21  τέσσαρα πρόσωπα τῷ ἑνί καὶ ὀκτὼ πτέρυγες τῷ ἑνί καὶ ὁμοίωμα χειρῶν ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν

22  καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν ταῦτα τὰ πρόσωπά ἐστιν εἶδον ὑποκάτω τῆς δόξης θεοῦ Ἰσραὴλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτῶν πορἐπορεύοντο




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era