1 Τῇ δὲ τρίτῃ ὁράσει εἶδες αὐτὴν νεωτέραν καὶ καλὴν καὶ ἱλαρὰν καὶ καλὴν τὴν μορφὴν αὐτῆς · 2 ὡς ἐὰν γάρ τινι λυπουμένῳ ἔλθῃ ἀγγελία ἀγαθή τις , εὐθὺς ἐπελάθετο τῶν προτέρων λυπῶν καὶ οὐδὲν ἄλλο προσδέχεται εἰ μὴ τὴν ἀγγελίαν , ἣν ἤκουσεν , καὶ ἰσχυροποιεῖται λοιπὸν εἰς τὸ ἀγαθὸν καὶ ἀνανεοῦται αὐτοῦ τὸ πνεῦμα διὰ τὴν χαράν , ἣν ἔλαβεν · οὕτως καὶ ὑμεῖς ἀνανέωσιν εἰλήφατε τῶν πνευμάτων ὑμῶν ἰδόντες ταῦτα τὰ ἀγαθά . 3 καὶ ὅτι ἐπὶ συμψελίου εἶδες καθημένην , ἰσχυρὰ ἡ θέσις , ὅτι τέσσαρας πόδας ἔχει τὸ συμψέλιον καὶ ἰσχυρῶς ἕστηκεν · καὶ γὰρ ὁ κόσμος διὰ τεσσάρων στοιχείων κρατεῖται . 4 οἱ οὖν μετανοήσαντες ὁλοτελῶς νέοι ἔσονται καὶ τεθεμελιωμένοι , οἱ ἐξ ὅλης καρδίας μετανοήσαντες . ἀπέχεις ὁλοτελῆ τὴν ἀποκάλυψιν · μηκέτι ἐταπεινοφρονεῖτε αἰτήσῃς περὶ ἀποκαλύψεως , ἐάν τι δὲ δέῃ , ἀποκαλυφθήσεταί σοὶ .