1 Τῇ δὲ δευτέρᾳ ὁράσει εἶδες αὐτὴν ἑστηκυῖαν καὶ τὴν ὄψιν νεωτέραν ἔχουσαν καὶ ἱλαρωτέραν παρὰ τὸ πρότερον , τὴν δὲ σάρκα καὶ τὰς τρίχας πρεσβυτέρας . ἄκουε , φησίν , καὶ ταύτην τὴν παραβολήν · 2 ὁταν πρεσβύτερός τις , ἤδη ἀφηλπικὼς ἑαυτὸν διὰ τὴν ἀσθένειαν αὐτοῦ καὶ τὴν πτωχότητα , οὐδὲν ἕτερον προσδέχεται εἰ μὴ τὴν ἐσχάτην ἡμέραν τῆς ζωῆς αὐτοῦ · εἶτα ἐξαίφνης κατελείφθη αὐτῷ κληρονομία , ἀκούσας δὲ ἐξηγέρθη καὶ περιχαρὴς γενόμενος ἐνεδύσατο τὴν ἰσχύν · καὶ οὐκέτι ἀνακεῖται , ἀλλὰ ἕστηκεν , καὶ ἀνανεοῦται αὐτοῦ τὸ πνεῦμα τὸ ἤδη ἐφθαρμένον ἀπὸ τῶν προτέρων αὐτοῦ πράξεων , καὶ οὐκέτι κάθηται , ἀλλὰ ἀνδρίζεται · οὕτως καὶ ὑμεῖς , ἀκούσαντες τὴν ἀποκάλυψιν , ἣν ὑμῖν ὁ κύριος ἀπεκάλυψεν , 3 ὅτι ἐσπλαγχνίσθη ἐφ᾿ ὑμᾶς , καὶ ἀνενεώσατο τὰ πνεύματα ὑμῶν καὶ ἀπέθεσθε τὰς μαλακίας ὑμῶν , καὶ προσῆλθεν ὑμῖν ἰσχυρότης καὶ ἐνεδυναμώθητε ἐν τῇ πίστει , καὶ ἰδὼν ὁ κύριος τὴν ἰσχυροποίησιν ὑμῶν ἐχάρη · καὶ διὰ τοῦτο ἐδήλωσεν ὑμῖν τὴν οἰκοδομὴν τοῦ πύργου καὶ ἕτερα δηλώσει , ἐὰν ἐξ ὅλης καρδίας εἰρηνεύετε ἐν ἑαυτοῖς .