1 Ὁ ἄρχων τοῦ αἰῶνος τούτου διαρπάσαι με βούλεται καὶ τὴν εἰς θεόν μου γνώμην διαφθεῖραι . μηδεὶς οὖν τῶν παρόντων ὑμῶν βοηθείτω αὐτῷ · μᾶλλον ἐμοῦ γίνεσθε , τουτέστιν τοῦ θεοῦ . μὴ λαλεῖτε Ἰησοῦν Χριστόν , κόσμον δὲ ἐπιθυμεῖτε . 2 βασκανία ἐν ὑμῖν μὴ κατοικείτω . μηδ᾿ ἄν ἐγὼ παρὼν παρακαλῶ ὑμᾶς , πείσθητέ μοι · τούτοις δὲ μᾶλλον πείσθητε , οἷς γράφω ὑμῖν . ζῶν γὰρ γράφω ὑμῖν , ἐρῶν τοῦ ἀποθανεῖν . ὁ ἐμὸς ἔρως ἐσταύρωται , καὶ οὐκ ἔστιν ἐν ἐμοὶ πῦρ φιλόϋλον · Δεῦρο πρὸς τὸν πατέρα . 3 οὐχ ἥδομαι τροφῇ θέλω , ὅ ἐστιν σὰρξ Ἰησοῦ χριστοῦ , τοῦ ἐκ σπέρματος Δαυείδ , καὶ πόμα θέλω τὸ αἷμα αὐτοῦ , ὅ ἐστιν ἀγάπη ἄφθαρτος .