Car Repair Manuals

Didache of the Twelve Apostles

διδαχη των δωδεκα αποστολων

Chapter 10

1  Μετὰ δὲ τὸ ἐμπλησθῆσαι οὕτως εὐχαριστήσατε·

2  Εὐχαριστοῦμέν σοὶ, πάτερ ἅγιε, ὑπὲρ τοῦ ἁγίου ὀνόματός σου, οὗ κατεσκήνωσας ἐν ταῖς καρδίαις ἡμῶν, καὶ ὑπὲρ τῆς γνώσεως καὶ πίστεως καὶ ἀθανασίας, ἧς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου· σοὶ δόξα εἰς τοὺς αἰῶνας. 3  σύ, δέσποτα παντοκράτορ, ἔκτισας τὰ πάντα ἕνεκεν τοῦ ὀνόματός σου, τροφήν τε καὶ ποτὸν ἔδωκας τοῖς ἀνθρώποις εἰς ἀπόλαυσιν, ἵνα σοὶ εὐχαριστήσωσιν, ἡμῖν δὲ ἐχαρίσω πνευματικὴν τροφὴν καὶ ποτὸν καὶ ζωὴν αἰώνιον διὰ τοῦ παιδός σου. 4  πρὸ πάντων εὐχαριστοῦμέν σοὶ, ὅτι δυνατὸς εἶ· σοὶ δόξα εἰς τοὺς αἰῶνας. 5  μνήσθητι, κύριε, τῆς ἐκκλησίας σου, τοῦ ῥύσασθαι αὐτὴν ἀπὸ παντὸς πονηροῦ καὶ τελειῶσαι αὐτὴν ἐν τῇ ἀγάπῃ σου, καὶ σύναξον αὐτὴν ἀπὸ τῶν τεσσάρων ἀνέμων, τὴν ἁγιασθεῖσαν, εἰς σὴν βασιλείαν, ἣν ἡτοίμασας αὐτῇ· ὅτι σου ἐστιν δύναμις καὶ δόξα εἰς τοὺς αἰῶνας. 6  ἐλθέτω χάρις καὶ πορπαρελθέτω κόσμος οὗτος. Ὡσαννὰ τῷ θεῷ Δαυείδ. εἴ τις ἅγιός ἐστιν, ἐρχέσθω· εἴ τις οὐκ ἐστι, μετανοείτω· μαρὰν ἀθά· ἀμήν.

7  Τοῖς δὲ προφήταις ἐπιτρέπετε εὐχαριστεῖν ὅσα θέλουσιν.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era