1 Περὶ δὲ τῆς εὐχαριστίας, οὕτως εὐχαριστήσατε· 2 πρῶτον περὶ τοῦ ποτηρίου·
Εὐχαριστοῦμέν
σοὶ,
πάτερ
ἡμῶν,
ὑπὲρ
τῆς
ἁγίας
ἀμπέλου
Δαυεὶδ
τοῦ
παιδός
σου,
ἧς
ἐγνώρισας
ἡμῖν
διὰ
Ἰησοῦ
τοῦ
παιδός
σου·
σοὶ
ἡ
δόξα
εἰς
τοὺς
αἰῶνας.
Εὐχαριστοῦμέν
σοὶ,
πάτερ
ἡμῶν,
ὑπὲρ
τῆς
ζωῆς
καὶ
γνώσεως,
ἧς
ἐγνώρισας
ἡμῖν
διὰ
Ἰησοῦ
τοῦ
παιδός
σου.
σοὶ
ἡ
δόξα
εἰς
τοὺς
αἰῶνας.
4 Ὥσπερ ἦν τοῦτο τὸ κλάσμα διεσκορπισμένον ἐπάνω τῶν ὀρέων καὶ συναχθὲν ἐγένετο ἕν, οὕτω συναχθήτω σου ἡ ἐκκλησία ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν σὴν βασιλείαν. ὅτι σου ἐστιν ἡ δόξα καὶ ἡ δύναμις διὰ Ἰησοῦ Χριστοῦ εἰς τοὺς αἰῶνας.
5 Μηδεὶς δὲ φαγέτω μηδὲ πιέτω ἀπὸ τῆς εὐχαριστίας ὑμῶν, ἀλλ᾿ οἱ βαπτισθέντες εἰς ὄνομα κυρίου· καὶ γὰρ περὶ τούτου εἴρηκεν ὁ κύριος· Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί.