1 καὶ ἐκάλεσεν Τωβίας τὸν Ῥαφαὴλ καὶ εἶπεν αὐτῷ 2 Ἀζαρία ἄδελφε λαβὲ μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους καὶ πορπορεύθητι ἐν Ῥ;άγοις τῆς Μηδίας παρὰ Γαβαηλ καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε εἰς τὸν γάμον 3 διότι ὀμώμοκεν Ῥαγουὴλ μὴ ἐξελθεῖν με 4 καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας καὶ ἐὰν χρονίσω μέγα ὀδυνηθήσεται λίαν 5 καὶ ἐπορεύθη Ῥαφαὴλ καὶ ηὐλίσθη παρὰ Γαβαήλῳ καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον ὃς δὲ προήνεγκεν τὰ θυλάκια ἐν ταῖς σφραγῖσιν καὶ ἔδωκεν αὐτῷ 6 καὶ ὤρθρευσαν κοινῶς καὶ ἤλθοσαν εἰς τὸν γάμον καὶ εὐλόγησεν Τωβίας τὴν γυναῖκα αὐτοῦ