Car Repair Manuals

Psalms

Ψαλμοί

Psalm 86 (87)

Τοῖς υἱοῖς Κορὲ ψαλμὸς ᾠδῆς.

1 Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις· 2 ἀγαπᾷ κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. 3 δεδοξασμένα ἐλαλήθη περὶ σου, πόλις τοῦ θεοῦ. διάψαλμα.

4 Μνησθήσομαι Ῥαάβ, καὶ βαβυλῶνος τοῖς γινώσκουσίν με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. 5 μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὕψιστος. 6 κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. διάψαλμα. 7 ὡς εὐφραινομένων πάντων κατοικία ἐν σοί.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era