Car Repair Manuals

Psalms

Ψαλμοί

Psalm 128 (129)

ᾨδὴ τῶν ἀναβαθμῶν.

1 Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ, 2 πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. 3 ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν· 4 κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν.

5 Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. 6 γενηθήτωσαν ὡς χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· 7 οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ θερίζων καὶ τὸν κόλπον αὐτοῦ τὰ δράγματα συλλέγων, 8 καὶ οὐκ εἶπαν οἱ παράγοντες, εὐλογία κυρίου ἐφ᾿ ὑμᾶς εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era