1 Ἐκ βαθέων ἐκέκραξά σὲ, κύριε· 2 κύριε, εἰσάκουσον τῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. 3 ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; 4 ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. 5 ἕνεκεν τοῦ νόμου σου ὑπέμεινά σὲ, κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. 6 ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωίας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν κύριον.
7 Ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, 8 καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.