1 Ἐπίστευσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. 2 ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης. 3 τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; 4 ποτήριον σωτηρίου λήμψομαι, καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι· 5 τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.
6 Τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. 7 ὦ, oh! κύριε ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆς παιδίσκης σου, διέρρηξας τοὺς δεσμούς μου. 8 σοὶ θύσω θυσίαν αἰνέσεως, καὶ ἐν ὀνόματι κυρίου ἐπικαλέσομαι 9 τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ, 10 ἐν αὐλαῖς οἴκου κυρίου, ἐν μέσῳ σου Ἱερουσαλήμ.