Chapter 13
Οἱ μὲν οὖν ἀρχαιότεροι τῶν ἐκκλησιῶν ἐξηγητικῶν, λέγω δὴ Φίλων ὁ φιλόσοφος καὶ τῶν ἀποστόλων ὁμόχρονος καὶ Παπίας ὁ πολὺς ὁ Ἰωάννου τοῦ εὐαγγελιστοῦ φοιτητὴς ὁ Ἱεραπολίτης, Εἰρηναῖός τε ὁ Λουγδουνεὺς καὶ Ἰουστῖνος ὁ μάρτυς καὶ φιλόσοφος, Πανταινός τε ὁ Ἀλεξανδρείας καὶ Κλήμης ὁ Στρωματεὺς καὶ οἱ ἀμφ᾿ αὐτοὺς πνευματικῶς τὰ περὶ παραδείσου ἐθεώρησαν εἰς τὴν χριστοῦ ἐκκλησίαν ἀναφερόμενοι.