Εἰς τὸ τέλος· τῷ Δαυὶδ εἰς ἀνάμνησιν.
1 Εἰς τὸ σῶσαί με κύριον. ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες. 2 αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν, ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά, 3 ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, εὖγε εὖγε. 4 ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σὲ, καὶ λεγέτωσαν διὰ παντός,1 μεγαλυνθήτω ὁ θεός, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. 5 ἐγὼ δὲ πτωχὸς καὶ πένης· ὁ θεός βοήθησόν μοι. βοηθός μου καὶ ῥύστης μου εἶ σύ· κύριε, μὴ χρονίσῃς.