Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς ᾠδῆς.
1 Ὁ θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς διάψαλμα 2 τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου. 3 ἐξομολογησάσθωσάν σοὶ λαοί, ὁ θεός, ἐξομολογησάσθωσάν σοὶ λαοὶ πάντες. 4 εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη, ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις. διάψαλμα. 5 ἐξομολογησάσθωσάν σοὶ λαοί, ὁ θεός, ἐξομολογησάσθωσάν σοὶ λαοὶ πάντες. 6 γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς ὁ θεὸς ὁ θεὸς ἡμῶν. 7 εὐλογήσαι ἡμᾶς ὁ θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.