Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορέ, ὑπὲρ τῶν κρυφίων ψαλμός.
1 Ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. 2 διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. 3 ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ· διάψαλμα. 4 τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ, ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος. 5 ὁ θεὸς ἐν μέσῳ αὐτῆς οὐ σαλευθήσεται, βοηθήσει αὐτῇ ὁ θεὸς τὸ πρὸς πρωί.1 6 ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκεν φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ. 7 κύριος τῶν δυνάμεων μεθ᾿ ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ· διάψαλμα.
8 Δεῦτε ἴδετε τὰ ἔργα κυρίου, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς· 9 ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς, τόξον συντρίψει, καὶ συγκλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. 10 σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ θεός, ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. 11 κύριος τῶν δυνάμεων μεθ᾿ ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ.