Car Repair Manuals

Chapter 10

1 αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σήμ, Χάμ, Ιάφεθ, καὶ ἐγενήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.

2 υἱοὶ Ιάφεθ· Γαμὲρ καὶ Μαγὼγ καὶ Μαδαὶ1 καὶ Ἰωύαν καὶ Ἐλισὰ καὶ Θόβελ καὶ Μοσὸχ καὶ Θίρας.2 3 καὶ υἱοὶ Γαμὲρ· Ἀσχανὰζ καὶ Ῥιφὰθ καὶ Θοργαμὰ. 4 καὶ υἱοὶ Ἰωύαν· Ἐλισὰ καὶ Θάρσις,3 Κίτιοι, Ῥόδιοι. 5 ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν, ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.

6 υἱοὶ δὲ Χάμ· Χοὺς καὶ Μεσραῒμ, Φοὺδ καὶ Χαναάν. 7 υἱοὶ δὲ Χοὺς· Σαβὰ καὶ Εὐϊλὰ καὶ Σαβαθὰ καὶ Ῥεγμὰ καὶ Σαβαθακὰ. υἱοὶ δὲ Ῥεγμὰ· Σαβὰ καὶ Δαδάν. 8 Χοὺς δὲ ἐγέννησεν τὸν Νεβρὼδ, οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς· 9 οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον κυρίου τοῦ θεοῦ· διὰ τοῦτο ἐροῦσιν ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον κυρίου. 10 καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ὀρὲχ καὶ Ἀρχὰδ καὶ Χαλάννη ἐν τῇ γῇ Σενναὰρ.4 11 ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ἀσσοὺρ καὶ ᾠκοδόμησεν τὴν Νινευὴ5 καὶ τὴν Ῥοωβὼθ πόλιν καὶ τὴν Χαλὰχ 12 καὶ τὴν Δασὲμ6 ἀνὰ μέσον Νινευὴ5 καὶ ἀνὰ μέσον Χαλὰχ· αὕτη πόλις μεγάλη. 13 καὶ Μεσραῒμ ἐγέννησεν τοὺς Λουδιὶμ7 καὶ τοὺς Ἐνεμετιὶμ8 καὶ τοὺς Λαβιὶμ9 καὶ τοὺς Νεφθαλιὶμ10 14 καὶ τοὺς Πατροσωνιὶμ11 καὶ τοὺς Χασλωνιὶμ,12 ὅθεν ἐξῆλθεν ἐκεῖθεν Φυλιστιὶμ,13 καὶ τοὺς Καφθοριὶμ.14 15 Χαναὰν δὲ ἐγέννησεν τὸν Σιδῶνα πρωτότοκον καὶ τὸν Χετταῖον 16 καὶ τὸν Ἰεβουσαῖον καὶ τὸν Ἀμορραῖον καὶ τὸν Γεργεσαῖον 17 καὶ τὸν Εὐαῖον καὶ τὸν Ἀρουκαῖον καὶ τὸν Ἀσενναῖον 18 καὶ τὸν Ἀράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν Ἀμαθί. καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων, 19 καὶ ἐγένοντο τὰ ὅρια τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρὰ καὶ Γάζαν, ἕως ἐλθεῖν Σοδόμων καὶ Γομόῤῥας, Ἀδαμὰ καὶ Σεβωῒμ, ἕως Λασὰ.15 20οὗτοι υἱοὶ Χὰμ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.

21 καὶ τῷ Σήμ ἐγενήθη καὶ αὐτῷ, πατρὶ πάντων τῶν υἱῶν Ἕβερ, ἀδελφῷ Ιάφεθ τοῦ μείζονος. 22 υἱοὶ Σήμ· Αἰλὰμ16 καὶ Ἀσσοὺρ καὶ Ἀρφαξὰδ καὶ Λοὺδ καὶ Ἀρὰμ καὶ Καϊνᾶν. 23 καὶ υἱοὶ Ἀρὰμ· Ὤς17 καὶ Οὒλ καὶ Γαθὲρ18 καὶ Μοσὸχ. 24 καὶ Ἀρφαξὰδ ἐγέννησεν τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησεν τὸν Σαλά, Σαλὰ δὲ ἐγέννησεν τὸν Ἕβερ. 25 καὶ τῷ Ἕβερ ἐγενήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φαλὲκ,19 ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη γῆ, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰεκτάν. 26 Ἰεκτὰν δὲ ἐγέννησεν τὸν Ἐλμωδὰδ καὶ τὸν Σαλὲφ20 καὶ Ἀσαρμὼθ21 καὶ Ἰαρὰχ 27 καὶ Ὁδοῤῥὰ καὶ Αἰζὴλ22 καὶ Δεκλὰ 28 [καὶ Εὐὰλ] καὶ Ἀβιμεὴλ23 καὶ Σαβεὺ24 29 καὶ Οὐφὶρ25 καὶ Εὐϊλὰ καὶ Ἰωβὰβ. πάντες οὗτοι υἱοὶ Ἰεκτάν. 30 καὶ ἐγένετο κατοίκησις αὐτῶν ἀπὸ Μασσῆ ἕως ἐλθεῖν εἰς Σωφηρὰ26 ὄρος ἀνατολῶν. 31οὗτοι υἱοὶ Σήμ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. 32 αὗται αἱ φυλαὶ υἱῶν Νῶε κατὰ γενέσεις αὐτῶν κατὰ τὰ ἔθνη αὐτῶν· ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era