1 Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν Ἀδάμ, κατ᾿ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. 2 ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς· καὶ εὐλόγησεν αὐτούς· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτῶν Ἀδάμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς. 3 ἔζησεν δὲ Ἀδὰμ διακόσια καὶ τριάκοντα ἔτη, καὶ ἐγέννησεν κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ, Σήθ. 4 ἐγένοντο δὲ αἱ ἡμέραι Ἀδάμ, ἃς ἔζησεν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σήθ, ἑπτακόσια ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 5 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἀδάμ, ἃς ἔζησεν, ἐννακόσια καὶ τριάκοντα ἔτη· καὶ ἀπέθανεν. 6 ἔζησεν δὲ Σὴθ διακόσια καὶ πέντε ἔτη· καὶ ἐγέννησεν τὸν Ἐνώς. 7 καὶ ἔζησεν Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνώς, ἑπτακόσια καὶ ἑπτὰ ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 8 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ ἐννακόσια καὶ δώδεκα ἔτη· καὶ ἀπέθανεν. 9 καὶ ἔζησεν Ἐνὼς ἑκατὸν ἐνενήκοντα ἐνενήκοντα ἔτη· καὶ ἐγέννησεν τὸν Καϊνᾶν. 10 καὶ ἔζησεν Ἐνὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν, ἑπτακόσια καὶ δέκα πέντε ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 11 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼς ἐννακόσια καὶ πέντε ἔτη· καὶ ἀπέθανεν. 12 καὶ ἔζησεν Καϊνᾶν ἑκατὸν ἑβδομήκοντα ἔτη· καὶ ἐγέννησεν τὸν Μαλελεήλ. 13 καὶ ἔζησεν Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεήλ, ἑπτακόσια καὶ τεσσαράκοντα ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 14 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Καϊνᾶν ἐννακόσια καὶ δέκα ἔτη· καὶ ἀπέθανεν·
15 Καὶ ἔζησεν Μαλελεὴλ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη· καὶ ἐγέννησεν τὸν Ἰάρεδ. 16 καὶ ἔζησεν Μαλελεὴλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἰάρεδ, ἑπτακόσια καὶ τριάκοντα ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 17 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεήλ, ὀκτακόσια καὶ ἐνενήκοντα πέντε ἔτη· καὶ ἀπέθανεν. 18 καὶ ἔζησεν Ἰάρεδ ἑκατὸν καὶ ἑξήκοντα δύο ἔτη· καὶ ἐγέννησεν τὸν Ἐνώχ. 19 καὶ ἔζησεν Ἰάρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνώχ, ὀκτακόσια ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 20 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἰάρεδ, ἐννακόσια καὶ ἑξήκοντα δύο ἔτη· καὶ ἀπέθανεν. 21 καὶ ἔζησεν Ἐνὼχ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη· καὶ ἐγέννησεν τὸν Μαθουσάλα. 22 εὐηρέστησεν δὲ Ἐνὼχ τῷ θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα, διακόσια ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 23 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνώχ, τριακόσια ἑξήκοντα πέντε ἔτη. 24 καὶ εὐηρέστησεν Ἐνὼχ τῷ θεῷ· καὶ οὐχ ηὑρίσκετο,1 ὅτι μετέθηκεν αὐτὸν ὁ θεός. 25 καὶ ἔζησεν Μαθουσάλα ἑκατὸν καὶ ἑξήκοντα ἑπτὰ ἔτη· καὶ ἐγέννησεν τὸν Λάμεχ. 26 καὶ ἔζησεν Μαθουσάλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Λάμεχ, ὀκτακόσια δύο ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 27 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαθουσάλα ἃς ἔζησεν, ἐννακόσια καὶ ἑξήκοντα ἐννέα ἔτη· καὶ ἀπέθανεν. 28 καὶ ἔζησεν Λάμεχ ἑκατὸν ὀγδοήκοντα ὀκτὼ ἔτη· καὶ ἐγέννησεν υἱὸν. 29 καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Νῶε λέγων, οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν, καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν, καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο κύριος ὁ θεός. 30 καὶ ἔζησεν Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε, πεντακόσια καὶ ἑξήκοντα πέντε ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 31 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Λάμεχ, ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη· καὶ ἀπέθανεν. 32 καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων· καὶ ἐγέννησεν [Νῶε] τρεῖς υἱούς τὸν Σήμ. τὸν Χάμ, τὸν Ιάφεθ.