Τοῦ Δαυίδ.
1 Κρῖνόν με, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην, καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω.1 2 δοκίμασόν με, κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.
3 Ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου. 4 οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. 5 ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω· 6 νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, κύριε· 7 τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεως, καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου. 8 κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου. 9 μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, 10 ὧν ἐν χερσὶν ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. 11 ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην, λύτρωσαί με καὶ ἐλέησόν με. 12 ὁ γὰρ πούς μου ἔστη ἐν εὐθύτητι, ἐν ἐκκλησίαις εὐλογήσω σὲ κύριε.