τῷ Σαλωμὼν ἐν γλώσσῃ παρανόμων
1 κύριε ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀνδρὸς παρανόμου καὶ πονηροῦ ἀπὸ γλώσσης παρανόμου καὶ ψιθύρου καὶ λαλούσης ψευδῆ καὶ δόλια
2 ἐν ποικιλίᾳ στροφῆς οἱ λόγοι τῆς γλώσσης ἀνδρὸς πονηροῦ ὥσπερ ἐν λαῷ πῦρ ἀνάπτον καλλονὴν αὐτοῦ
3 ἡ παροικία αὐτοῦ ἐμπρῆσαι οἴκους ἐν γλώσσῃ ψεύδει ἐκκόψαι δένδρα εὐφροσύνης φλογιζούσης παρανόμους συγχέαι οἴκους ἐν πολέμῳ χείλεσιν ψιθύροις
4 μακρύναι ὁ θεὸς ἀπὸ ἀκάκων χείλη παρανόμων ἐν ἀπορίᾳ καὶ σκορπισθείησαν ὀστᾶ ψιθύρων ἀπὸ φοβουμένων κύριον ἐν πυρὶ φλογὸς γλῶσσα ψίθυρος ἀπόλοιτο ἀπὸ ὁσίων
5 φυλάξαι κύριος ψυχὴν ἡσύχιον μισοῦσαν ἀδίκους καὶ κατευθύναι κύριος ἄνδρα ποιοῦντα εἰρήνην ἐν οἴκῳ
6 τοῦ κυρίου ἡ σωτηρία ἐπὶ Ἰσραὴλ παῖδα αὐτοῦ εἰς τὸν αἰῶνα καὶ ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου κυρίου ἅπαξ καὶ ὅσιοι κυρίου κληρονομήσαισαν ἐπαγγελίας κυρίου