Εἰς τὸ τέλος, ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου τῷ Δαυίδ.
1 Ὑψώσω σὲ κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμέ. 2 κύριε ὁ θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με. 3 κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.
4 Ψάλατε τῷ κυρίῳ οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. 5 ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις.
6 Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου, οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. 7 κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος. 8 πρὸς σέ κύριε κεκράξομαι, καὶ πρὸς τὸν θεόν μου δεηθήσομαι. 9 τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοὶ χοῦς; ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου; 10 ἤκουσεν κύριος καὶ ἠλέησέν με, κύριος ἐγενήθη βοηθός μου. 11 ἔστρεψας τὸν κοπετόν μου εἰς χορὸν ἐμοί, διέρρηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην· 12 ὅπως ἂν ψάλῃ σοὶ ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ. κύριε ὁ θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοὶ.