Car Repair Manuals

Psalms

Ψαλμοί

Psalm 120 (121)

ᾨδὴ τῶν ἀναβαθμῶν.

1 Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, πόθεν ἥξει βοήθειά μου; 2  βοήθειά μου παρὰ κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. 3 μὴ δῷς εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ φυλάσσων σὲ. 4 ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει φυλάσσων τὸν Ἰσραήλ. 5 κύριος φυλάξει σὲ, κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου· 6 ἡμέρας ἥλιος οὐ συγκαύσει σὲ οὐδὲ σελήνη τὴν νύκτα. 7 κύριος φυλάξει σὲ ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου. 8 κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era