Car Repair Manuals

Ignatius
Epistle to the Smyrnaeans

σμυρναιοις ιγνατιος

Chapter 11

1  προσευχὴ ὑμῶν ἀπῆλθεν ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἀντιοχείᾳ τῆς Συρίας , ὅθεν δεδεμένος θεοπρεπεστάτοις δεσμοῖς πάντας ἀσπάζομαι , οὐκ ὢν ἄξιος ἐκεῖθεν εἶναι , ἔσχατος αὐτῶν ὢν · κατὰ θέλημα δὲ κατηξιώθην , οὐκ ἐκ συνειδότος ἀλλ᾿ ἐκ χάριτος θεοῦ · ἣν εὔχομαι τελείαν μοι δοθῆναι , ἵνα ἐν τῇ προσευχῇ ὑμῶν θεοῦ ἐπιτύχω . 2  ἵνα οὖν ὑμῶν τέλειον γένηται τὸ ἔργον καὶ ἐπὶ γῆς καὶ ἐν οὐρανῷ , πρέπει εἰς τιμὴν θεοῦ χειροτονῆσαι τὴν ἐκκλησίαν ὑμῶν θεοπρεσβεύτην , εἰς τὸ γενόμενον ἐν Συρίᾳ συγχαρῆναι αὐτοῖς , ὅτι εἰρηνεύουσιν καὶ ἀπέλαβον τὸ ἴδιον μέγεθος καὶ ἀπεκατεστάθη αὐτοῖς τὸ ἴδιον σωματεῖον . 3  ἐφάνη μοι οὖν θεοῦ ἄξιον πρᾶγμα , πέμψαι τινὰ τῶν ὑμετέρων μετ᾿ ἐπιστολῆς , ἵνα συνδοξάσῃ τὴν κατὰ θεὸν αὐτοῖς γενομένην εὐδίαν , καὶ ὅτι λιμένος ἤδη ἐτύγχανον τῇ προσευχῇ ὑμῶν . τέλειοι ὄντες τέλεια καὶ φρονεῖτε . θέλουσιν γὰρ ὑμῖν εὖ πράσσειν θεὸς ἕτοιμος εἰς τὸ παρέχειν .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era